1a. Κρεῖττον εἰς κόρακας ἢ εἰς κόλακας ἐμπεσεῖν· οἱ μὲν γὰρ νεκροὺς, οἱ δὲ ζῶντας ἐσθίουσιν.

1b. Ἀπέκειρεν ἡμῶν ἡ χάλαζα βαρέως ἐμπεσοῦσα τὰ λήϊα, καὶ λιμοῦ φάρμακον οὐδέν.

1c. Εἰπόντος τινὸς τῶν στρατιωτῶν πρὸς Πελοπίδαν, ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον, εἶπεν, ἢ εἰς ἡμᾶς ἐκεῖνοι;

1d. Νῖνος Σεμίραμιν ἔγημε, τὴν ἐπιφανεστάτην ἁπασῶν τῶν γυναικῶν, ὧν παρειλήφαμεν.

1e. Ὁ Κάτων φησὶν, αὐτὸς πλείονας εἰληφέναι πόλεις, ὧν διήγαγεν ἡμερῶν ἐν Ἰβηρίᾳ.

1f. Πολὺς ὁ χειμών· πάντα ἡ χιὼν κατείληφε, καὶ λευκανθίζουσιν οὐχ οἱ λόφοι μόνον, ἀλλὰ καὶ τὰ κοῖλα τῆς γῆς.

1g. Ὦ δαῖμον, ὃς με εἴληχας, ὡς πονηρὸς εἶ, καὶ λυπεῖς, ἀεὶ τῇ πενίᾳ συνδέων.

 

2a. Εἰς τοῦτό τινες ἀνοίας ἐληλύθασιν, ὥσθ’ ὑπειλήφασι, τὴν μὲν ἀδικίαν ἐπονείδιστον μὲν εἶναι, κερδαλέαν δὲ, τὴν δὲ δικαιοσύνην, εὐδόκιμον μὲν, ἀλυσιτελῆ δέ.

2b. Ἐὰν τὰ παρεληλυθότα μνημονεύῃς, ἀμείνων καὶ περὶ τῶν μελλόντων βουλεύσει.

2c. Μαρσύας εὑρὼν αὐλοὺς, οὓς ἔῤῥιψεν Ἀθηνᾶ, ἦλθεν εἰς ἔριν περὶ μουσικῆς Ἀπόλλωνι.

2d. Σχολαστικὸς, βουλόμενος περάσαι ποταμὸν, ἀνῆλθεν ἐς τὸ πλοῖον ἔφιππος· πυθομένου δέ τινος τὴν αἰτίαν, ἔφη, σπουδάζειν.

2e. Γαλατῶν στρατιὰ Μακεδονίαν καὶ Θεσσαλίαν ἐπέδραμε, καὶ πολλὰ λεηλατοῦντες εἰς τὴν Ἀσίαν διέβησαν.

 

3a. Μακαριώτατον ἐν ἀνθρώποις εὐτυχοῦντα ἀποθανεῖν.

3b. Ὁ Ἑλλήσποντος ἐκλήθη ἀπὸ τῆς Ἕλλης ἐν αὐτῷ θανούσης.

3c. Περικλῆς, τοὺς ἐν Σάμῳ τεθνηκότας ἐγκωμιάζων ἐπὶ τοῦ βήματος, ἀθανάτους ἔλεγε γεγονέναι καθάπερ τοὺς θεούς.

3d. Τεθνάναι πολὺ κρεῖττον ἢ δι’ ἀκρασίαν τὴν ψυχὴν ἀμαυρῶσαι.

3e. Ἡρακλῆς, τυχὼν ἀθανασίας, καὶ διαλλαγεὶς Ἥρᾳ, τὴν ἐκείνης θυγατέρα Ἥβην ἔγημεν.

3f. Τὸ κάλλος ἢ χρόνος ἀνήλωσεν, ἢ νόσος ἐμάρανεν· ἡ δὲ τῆς ἀρετῆς κτῆσις συγγηράσκει.

3g. Τίς οὐκ οἶδεν, οἷα ἔπαθεν ὁ Προμηθεὺς, διότι καθ’ ὑπερβολὴν φιλάνθρωπος ἦν;

3h. Δίκαια δράσας συμμάχου τεύξει θεοῦ.

 

4a. Πολλὰ λυπηρὰ ὁ βίος ἐν ἑαυτῷ φέρει.

4b. Ἀνὴρ σοφὸς τὰς ἐν βίῳ συμφορὰς ῥᾷον οἴσει τῶν ἄλλων.

4c. Μέγιστον μὲν, καὶ θεοῦ μόνον, τὸ ἀναμάρτητον· γενναίων δὲ, μετὰ τὸ ἁμάρτημα ὡς τάχιστα ἀνενεγκεῖν.

4d. Θάμυρις κάλλει διενεγκὼν καὶ κιθαρῳδίᾳ, περὶ μουσικῆς ἤρισε Μούσαις.

4e. Ὅτε οἱ Γαλάται κατέδραμον τὴν Ἰωνίαν καὶ τὰς πόλεις ἐπόρθουν, ἐν Μιλήτῳ Θεσμοφορίων ὄντων, καὶ συνηθροισμένων γυναικῶν ἐν τῷ ἱερῷ, ὃ βραχὺ τῆς πόλεως ἀπέχει, μέρος τι τῶν βαρβάρων διῆλθεν εἰς τὴν Μιλησίαν, καὶ ἐξαπιναίως ἐπιδραμὸν εἷλε τὰς γυναῖκας.

4f. Ἡ Σφίγξ, Οἰδίποδος τὸ αὐτῆς αἴνιγμα εὑρόντος, ἐκ σκοπέλου ἑαυτὴν ῥίψασα ἀνεῖλεν.

4g. Ἀδμήτου μέλλοντος θανεῖν, Ἄλκηστις εἴλετο ὑπὲρ αὐτοῦ θάνατον.

4h. Λέγεται ὅτι ὁ Λερναῖος ὄφις πεντήκοντα κεφαλὰς εἶχε, σῶμα δὲ ἕν· καὶ ὁπότε Ἡρακλῆς ἀφέλοιτο κεφαλὴν μίαν, δύο ἀνεφύοντο.

 

5a. Γλαῦκος, ὁ Σισύφου υἱὸς, ὑφ’ ἵππων κατεβρώθη.

5b. Φασὶν Ἀκταίωνα μὲν ὑπὸ τῶν ἰδίων κυνῶν καταβρωθῆναι· πολλοὶ δὲ ὑπὸ κολάκων καὶ παρασίτων καταβιβρώσκονται.

5c. Κύκνος, ὑπ’ Ἀχιλλέως πληγεὶς λίθῳ, οὐκ ἐτρώθη· ὅθεν ἄτρωτος γεγονέναι λέγεται.

5d. Μίνως, ὁ Κρήτης βασιλεὺς, Δαίδαλον καὶ Ἴκαρον καθεῖρξε· Δαίδαλος δὲ ποιήσας πτέρυγας προσθετὰς ἐξέπτη μετὰ τοῦ Ἰκάρου.

5e. Ὁ δὲ Ἴκαρος τελευτᾷ ἐν τῷ πελάγει· ὅθεν ἀπ’ ἐκείνου Ἰκάριον πέλαγος ἐκλήθη.

5f. Φρίξος μαθὼν ὅτι ὁ πατὴρ αὐτὸν μέλλει θύειν, λαβὼν τὴν ἀδελφὴν αὑτοῦ καὶ ἀναβὰς σὺν αὐτῇ ἐπὶ κριὸν, διὰ τῆς θαλάσσης ἀφίκετο εἰς τὸν Εὔξεινον πόντον.

 

6a. Μηδέποτε μηδὲν αἰσχρὸν ποιήσας ἔλπιζε λήσειν· καὶ γὰρ ἂν τοὺς ἄλλους λάθῃς, σαυτῷ γε συνειδήσεις.

6b. Πύρρος, ἐπεὶ συμβαλὼν τοῖς Ῥωμαίοις δὶς ἐνίκησε, πολλοὺς τῶν φίλων καὶ ἡγεμόνων ἀπολέσας, ἂν ἔτι μίαν, ἔφη, μάχην Ῥωμαίους νικήσωμεν, ἀπολώλαμεν.

6c. Θεμιστοκλῆς τῆς Ἑλλάδος ἐκπεσὼν, πλούσιος γενόμενος, πρὸς τοὺς παῖδας εἶπεν· ὦ παῖδες, ἀπωλόμεθα ἂν, εἰ μὴ ἀπολώλειμεν.

 

7a. Οὐδεὶς ἀνθρώπων ἠξιώθη τοῖς θεοῖς ὁμιλεῖν, πλὴν ὅσοι μετεσχήκασι κάλλους. Πέλοψ γὰρ τούτου χάριν ἀμβροσίας μετέσχε, καὶ Γανυμήδης, καὶ ἄλλοι τινές.

7b. Ὁ Θησεὺς τὴν Ἑλένην ἥρπασε, Πειρίθουν παραλαβὼν κοινωνοῦντα, καὶ μεγίστην ἔσχεν αὐτῷ χάριν τῆς συμμαχίας ταύτης. Ἡ γὰρ Ἑλένη πλεῖστον μέρος μετέσχηκε κάλλους.

7c. Δαναὸς ἐξ Αἰγύπτου φυγὼν Ἄργος κατέσχεν.

    article Nav