1a. Ὅτε εἷλε τὴν Θηβαίων πόλιν Ἀλέξανδρος, ἀπέδοτο τοὺς ἐλευθέρους πάντας.
1b. Ἡρακλεῖ ἡ ἀρετὴ τὴν προσηγορίαν ἔθετο· Ἡρακλῆς γὰρ προσηγορεύθη, ὅτι δι’ Ἥραν κλέος ἔσχεν.
1c. Ὁ νόμος λέγει· ὃ μὴ κατέθου, μὴ λάμβανε.
1d. Ξενοφῶντι θύοντι ἧκέ τις ἐκ Μαντινείας ἄγγελος, λέγων, τὸν υἱὸν αὐτοῦ, τὸν Γρύλλον, τεθνάναι· κἀκεῖνος ἀπέθετο μὲν τὸν στέφανον, διετέλει δὲ θύων· ἐπεὶ δὲ ὁ ἄγγελος προσέθηκε καὶ ἐκεῖνο, ὅτι νικῶν τέθνηκε, πάλιν ὁ Ξενοφῶν ἐπέθετο τὸν στέφανον.
1e. Ἡρακλῆς χειρωσάμενος τὸν λέοντα, τὴν μὲν δορὰν ἠμφιέσατο, τῷ χάσματι δὲ ἐχρήσατο κόρυθι.
1f. Οἱ Ἀθηναῖοι τὸν Πειραιᾶ ἐμπόριον ἐν μέσῳ τῆς Ἑλλάδος κατεστήσαντο.
1g. Κακὸν οὐδὲν φύεται ἐν ἀνδρὶ, θεμέλια θεμένῳ τοῦ βίου σωφροσύνην καὶ ἐγκράτειαν.
2a. Ἀρετὴ, κἂν θάνῃ τις, οὐκ ἀπόλλυται.
2b. Ἐν Τήνῳ κρήνη ἐστὶν, ἧς τῷ ὕδατι οἶνος οὐ μίγνυται.
2c. Ὅσον ἐν πολέμῳ σίδηρος δύναται, τοσοῦτον ἐν πολιτείαις ἰσχύει λόγος.
2d. Οὐκ ἂν δύναιο μὴ καμὼν εὐδαιμονεῖν.
2e. Οἱ Ἀθηναῖοι ἐψηφίσαντο, Αἰγινητῶν ἑκάστῳ τὸν μέγαν ἀποκόψαι τῆς χειρὸς δάκτυλον τῆς δεξιᾶς, ἵνα δόρυ μὲν βαστάζειν μὴ δύνωνται, κώπην δὲ ἐλαύνειν δύνωνται.
2f. Μέγα κακὸν τὸ μὴ δύνασθαι φέρειν κακόν.
2g. Σχολαστικὸς οἰκίαν πριάμενος, τῆς θυρίδος προκύψας, ἠρώτα τοὺς παριόντας, εἰ πρέπει αὐτῷ ἡ οἰκία.
2h. Τὰ Τέμπη χωρός ἐστι κείμενος μεταξὺ τοῦ Ὀλύμπου καὶ τῆς Ὄσσης.