1a. ὁ φθονέων ἑαυτὸν ὡς ἐχθρὸν λυπέει.
1b. ἀγαθοῖσιν ὁμίλεε.
1c. θάρσος σὺν λόγῳ αἴνεε, τὸ δὲ μετὰ ἀλογίης ὂν ἀποστύγεε.
1d. πολλοὶ, δοκέοντες ἑαυτοὺς φιλέειν, οὐκ ἀληθῶς φιλέουσιν.
1e. μηδενὶ φθόνει.
1f. νόει, καὶ τότε πρᾶττε.
2a. ἡ Φωκίωνος γυνὴ ἐρωτηθεῖσα, διὰ τί μόνη τῶν ἄλλων οὐ φορεῖ χρυσοῦν κόσμον, ἔφη, ὅτι αὐτάρκης κόσμος μοί ἐστιν ἡ τοῦ ἀνδρὸς ἀρετή.
2b. ὁ οἶνος τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖ, τὸν τὰς ὀφρῦς αἴροντα συμπείθει γελᾶν, τὸν δ’ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασεῖν.
2c. ἡ συνήθεια κόρον γεννᾷ· οἰκοῦντες γῆν ζητοῦμεν θάλασσαν, καὶ πλέοντες πάλιν περισκοποῦμεν τὸν ἀγρόν.
2d. οἱ πλεονεκτοῦντες πολεμοῦσιν ἀεὶ, τὸ ἐπιβουλεύειν καὶ φθονεῖν ἔμφυτον ἔχοντες.
2f. Καυσιανοὶ τοὺς μὲν γεννωμένους θρηνοῦσι, τοὺς δὲ τελευτήσαντας μακαρίζουσιν.
2e.
Οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
ὁρᾷς; ὅταν πίνωσιν ἄνθρωποι, τότε
πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας,
εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους.
3a. Αἰσχύλος, ὡς λέγουσι, τὰς τραγῳδίας μεθύων ἐποίει.
3b. Ὀρφεὺς ᾄδων ἐκίνει λίθους τε καὶ δένδρα.
3c. οἱ Σαρδῷοι τοὺς ἤδη γεγηρακότας τῶν πατέρων ῥοπάλοις ἀνῄρουν.
3d. οἱ ἄνθρωποι τὸ παλαιὸν ἐν ἄντροις ᾤκουν.
3e. τὴν Σικελίαν τὸ παλαιὸν ταμεῖον τῆς Ῥώμης ἐκάλουν οἱ Ῥωμαῖοι.
4a. ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου.
4b. Κυβερνήτου νοσοῦντος, ὅλον συμπάσχει τὸ σκάφος.
4c. οὐ μόνος ὁ Πλοῦτος τυφλὸς, ἀλλὰ καὶ ἡ ὁδηγοῦσα αὐτὸν Τύχη.
4d. τὴν Ἀχιλλέως ἀσπίδα Ὅμηρος ἐποίησε φέρουσαν ὅλον τὸν οὐρανὸν, καὶ γεωργοῦντας, καὶ γαμοῦντας, καὶ δικαζομένους, καὶ πολεμοῦντας.
5a. ὁ Βάκχος καὶ Ληναῖος καλεῖται ἀπὸ τοῦ πατῆσαι τὰς σταφυλὰς ἐν ληνῷ.
5b. ὁ Θαλῆς λέγεται πρῶτος ἀστρολογῆσαι.
5c. ἐν Μακεδονίᾳ οὐκ ἔθος ἦν κατακλίνεσθαί τινα ἐν δείπνῳ, εἰ μή τις ἔξω λίνων ὗν ἄγριον κεντήσειεν.
5d. Ἐπίκουρος ἐρωτηθεὶς πῶς ἄν τις πλουτήσειεν, ’οὐ τοῖς οὖσι προστιθείς,’ ἔφη, ’τῆς δὲ χρείας τὰ πολλὰ περιτέμνων.’
5e. μηδέποτε φρονήσῃς ἐπὶ σεαυτῷ μέγα, ἀλλὰ μηδὲ καταφρονήσῃς σεαυτοῦ.
5f. Πλάτων τὴν φιλοσοφίαν θανάτου μελέτην ἐκάλεσεν.
6a. ὦ παῖ, σιώπα· πόλλ’ ἔχει σιγὴ καλά. Μὴ κακοῖς ὁμίλει· θεοὺς τίμα· τὰ σπουδαῖα μελέτα· μὴ ψεύδου.
6b. γελᾷ ὁ μῶρος κἄν τι μὴ γελοῖον ᾖ.
6c. ὁ Σαλμωνεὺς ἀντιβροντᾶν ἐτόλμα τῷ Διί.
6d. καλὸν τὸ γηρᾶν, καὶ τὸ μὴ γηρᾶν καλόν.
6ε. Ἀναξαγόρας πρὸς τὸν δυσφοροῦντα, ὅτι ἐπὶ ξένης τελευτᾷ, ’πανταχόθεν,’ ἔφη, ’ὁμοία ἐστὶν ἡ εἰς ᾅδου κατάβασις.’
7a. οἱ πολύποδες ἐλλοχῶσι τοὺς ἰχθῦς τὸν τρόπον τοῦτον· ὑπὸ ταῖς πέτραις κάθηνται, καὶ ἑαυτοὺς εἰς τὴν ἐκείνων μεταμορφοῦσι χροιὰν, καὶ πέτραι εἶναι δοκοῦσιν. Οἱ τοίνυν ἰχθῦς προσνέουσιν, οἱ δὲ πολύποδες αὐτοὺς ἀφυλάκτους ὄντας περιβάλλουσι ταῖς ἑαυτῶν πλεκτάναις.
7b. Ἵππειον Ποσειδῶνα τιμῶσιν Ἕλληνες, καὶ θύουσιν αὐτῷ ἐπὶ Ἰσθμῷ.
7c. οἱ Κόλχοι τοὺς νεκροὺς ἐν βύρσαις θάπτουσι, καὶ καταρράψαντες ἐκ τῶν δένδρων ἐξαρτῶσιν.
7d. Ἀναξαγόραν τὸν Κλαζομένιόν φασι μὴ γελῶντά ποτε ὀφθῆναι, μήτε μειδιῶντα.
7e. Διογένης ἰδών ποτε μειράκιον ἐρυθριῶν, 'θάρρει,' ἔφη, 'τοιοῦτόν ἐστι τῆς ἀρετῆς τὸ χρῶμα.'
7f. οἱ ἄνθρωποι οὐδὲ τὸν ἀέρα τοῖς ὄρνισιν εἴων ἐλεύθερον.
8a. Μάτρις ὁ Ἀθηναῖος, ὃν ἐβίω χρόνον, οὐδὲν ἐσιτεῖτο ἢ μυρρίνης ὀλίγον, οἴνου δὲ καὶ τῶν ἄλλων πάντων ἀπείχετο, πλὴν ὕδατος.
8b. Ὀδυσσεὺς τὸν Κύκλωπα μεθύσαντα ἐξετύφλωσεν.
8c. Ὅμηρος τὸν οἶνον ἀπογυιοῦν λέγει.
8d. βέβαιον οὐδέν ἐστιν ἐν θνητῶν βίῳ· βιοῖ γὰρ οὐδεὶς ὃν προαιρεῖται τρόπον.