1a. Ἑωράκαμεν ἀνθρώπους οἳ καὶ κυνῶν θανάτῳ καὶ ἵππων αἰσχρῶς ὑπὸ λύπης διετέθησαν.

1b. Δάφνιν τὸν βουκόλον λέγουσι τεχθέντα ἐκτεθῆναι ἐν δάφνῃ, ὅθεν καὶ τὸ ὄνομα ἔλαβεν.

1c. Οἱ ἑστιῶντες τὸν Ἀλέξανδρον τὸν Φιλίππου τῶν φίλων, τὸ μέλλον παρατεθήσεσθαι τῶν τραγημάτων περιεχρύσουν.

1d. Τοῦ Καράνου ἐν Μακεδονίᾳ γάμους ἑστιῶντος, τοῖς συγκεκλημένοις εὐθέως ἐδόθησαν φιάλαι ἀργυραῖ, ἑκαστῷ μία, δωρεά.

1e. Ἡρακλῆς, τὸν Ἐρυμάνθιον κάπρον διώξας μετὰ κραυγῆς εἰς χιόνα πολλὴν, παρειμένον ἐνεβρόχισεν.

 

2a. Πλάτων πρὸς Ἀρίστιππον εἶπε· σοὶ μόνῳ δέδοται καὶ χλαμύδα εὖ φορεῖν καὶ ῥάκος.

2b. Πυθαγόρας ἔλεγε, δύο ταῦτα ἐκ τῶν θεῶν τοῖς ἀνθρώποις δεδόσθαι κάλλιστα, τό τε ἀληθεύειν καὶ τὸ εὐεργετεῖν.

2c. Ταῖς Μούσαις λέγουσι παρὰ Διὸς τὴν γραμμάτων εὕρεσιν δοθῆναι.

2d. Ὁ οἶνος εἰς τὴν ἰατρικὴν χρησιμώτατος· πολλάκις γὰρ τοῖς ποτοῖς φαρμάκοις κεράννυται.

2e. Νεὼς ἐν Ῥώμῃ δείκνυται, οὐ πρόσω τῆς ἀγορᾶς, ἐν ᾧ αἱ εἰκόνες τῶν Τρωϊκῶν θεῶν κεῖνται.

    article Nav