1. οἱ μὴ κολάζοντες τοὺς κακοὺς βούλονται ἀδικεῖσθαι τοὺς ἀγαθούς.

2. οἱ καλῶς ἀγωνισάμενοι τῶν Λακεδαιμονίων καὶ ἀποθανόντες θαλλοῖς ἀνεδοῦντο.

3. Κλεάνθης διεβοήθη ἐπὶ φιλοπονίᾳ· πένης γὰρ ὢν, νύκτωρ μὲν ἐν τοῖς κήποις ἤντλει, μεθ’ ἡμέραν δὲ ἐν τοῖς λόγοις ἐγυμνάζετο.

4. κόλαζε τὰ πάθη, ἵνα μὴ ὑπ’ αὐτῶν τιμωρῇ.

5. Ἱππόλυτος ὑπὸ τῆς Ἀρτέμιδος ἐτιμᾶτο καὶ ἐν λόγοις ἦν.

6. ὅταν αἱ μέλισσαι σκιρτήσωσιν ἢ πλανηθῶσιν, οἱ σμηνουργοὶ κροτοῦσι κρότον τινὰ ἐμμελῆ, οὗ ἀκούουσαι αἱ μέλισσαι ὑποστρέφουσιν.

7. Ἀγάθων ἔφη, τὸν ἄρχοντα τριῶν δεῖν μεμνῆσθαι· πρῶτον μὲν, ὅτι ἀνθρώπων ἄρχει· δεύτερον, ὅτι κατὰ νόμους ἄρχει· τρίτον, ὅτι οὐκ ἀεὶ ἄρχει.

8. παρ’ Ἰνδοῖς ὁ τεχνίτου πηρώσας χεῖρα ἢ ὀφθαλμὸν, θανάτῳ ζημιοῦται.

9. Φινεὺς ὁ μάντις τὰς ὄψεις πεπηρωμένος ἦν· πηρωθῆναι δέ φασιν αὐτὸν ὑπὸ θεῶν, ὅτι προύλεγε τοῖς ἀνθρώποις τὰ μέλλοντα.

10. Πλάτων πρός τινα τῶν παίδων, μεμαστίγωσο ἂν, ἔφη, εἰ μὴ ὠργιζόμην.

    article Nav