Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

Homer, Iliad XXII 38-76

Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον

οἶος ἄνευθ᾽ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς

Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι40

σχέτλιος: αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο

ὅσσον ἐμοί: τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν

κείμενον: ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι:

ὅς μ᾽ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε

κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.45

καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον

οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,

τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.

ἀλλ᾽ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τ᾽ ἂν ἔπειτα

χαλκοῦ τε χρυσοῦ τ᾽ ἀπολυσόμεθ᾽, ἔστι γὰρ ἔνδον:50

πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.

εἰ δ᾽ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,

ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα:

λαοῖσιν δ᾽ ἄλλοισι μινυνθαδιώτερον ἄλγος

ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.55

ἀλλ᾽ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς

Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς

Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.

πρὸς δ᾽ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ᾽ ἐλέησον

δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ60

αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ᾽ ἐπιδόντα

υἷάς τ᾽ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,

καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα

βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,

ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.65

αὐτὸν δ᾽ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν

ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ

τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,

οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,

οἵ κ᾽ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ70

κείσοντ᾽ ἐν προθύροισι. νέῳ δέ τε πάντ᾽ ἐπέοικεν

ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ

κεῖσθαι: πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ:

ἀλλ᾽ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον

αἰδῶ τ᾽ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,75

τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-38-76