Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

Homer, Iliad XXII 405-436

ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν: ἣ δέ νυ μήτηρ405

τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην

τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ᾽ ἐσιδοῦσα:

ᾤμωξεν δ᾽ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ

κωκυτῷ τ᾽ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.

τῷ δὲ μάλιστ᾽ ἄρ᾽ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα410

Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ᾽ ἄκρης.

λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα

ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.

πάντας δ᾽ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,

ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον:415

σχέσθε φίλοι, καί μ᾽ οἶον ἐάσατε κηδόμενοί περ

ἐξελθόντα πόληος ἱκέσθ᾽ ἐπὶ νῆας Ἀχαιῶν.

λίσσωμ᾽ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,

ἤν πως ἡλικίην αἰδέσσεται ἠδ᾽ ἐλεήσῃ

γῆρας: καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται420

Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι

Τρωσί: μάλιστα δ᾽ ἐμοὶ περὶ πάντων ἄλγε᾽ ἔθηκε.

τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας:

τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ

ὡς ἑνός, οὗ μ᾽ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,425

Ἕκτορος: ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι:

τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε

μήτηρ θ᾽, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ᾽ ἐγὼ αὐτός.

ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται:

Τρῳῇσιν δ᾽ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο:430

τέκνον ἐγὼ δειλή: τί νυ βείομαι αἰνὰ παθοῦσα

σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ

εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τ᾽ ὄνειαρ

Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς

δειδέχατ᾽: ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα435

ζωὸς ἐών: νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-405-436