Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

Homer, Iliad XXII 367-404

ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,

καὶ τό γ᾽ ἄνευθεν ἔθηχ᾽, ὃ δ᾽ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα

αἱματόεντ᾽: ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,

οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν370

Ἕκτορος: οὐδ᾽ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι

Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.

375

ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.

τὸν δ᾽ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,

στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ᾽ ἀγόρευεν:

ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

ἐπεὶ δὴ τόνδ᾽ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,

ὃς κακὰ πόλλ᾽ ἔρρεξεν ὅσ᾽ οὐ σύμπαντες οἱ ἄλλοι,380

εἰ δ᾽ ἄγετ᾽ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,

ὄφρά κ᾽ ἔτι γνῶμεν Τρώων νόον ὅν τιν᾽ ἔχουσιν,

ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,

ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ᾽ ἐόντος.

ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;385

κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος

Πάτροκλος: τοῦ δ᾽ οὐκ ἐπιλήσομαι, ὄφρ᾽ ἂν ἔγωγε

ζωοῖσιν μετέω καί μοι φίλα γούνατ᾽ ὀρώρῃ:

εἰ δὲ θανόντων περ καταλήθοντ᾽ εἰν Ἀΐδαο

αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ᾽ ἑταίρου.390

νῦν δ᾽ ἄγ᾽ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν

νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δ᾽ ἄγωμεν.

ἠράμεθα μέγα κῦδος: ἐπέφνομεν Ἕκτορα δῖον,

ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.

395

ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.

ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε

ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ᾽ ἐξῆπτεν ἱμάντας,

ἐκ δίφροιο δ᾽ ἔδησε, κάρη δ᾽ ἕλκεσθαι ἔασεν:

ἐς δίφρον δ᾽ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε᾽ ἀείρας

μάστιξέν ῥ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.400

τοῦ δ᾽ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται

κυάνεαι πίτναντο, κάρη δ᾽ ἅπαν ἐν κονίῃσι

κεῖτο πάρος χαρίεν: τότε δὲ Ζεὺς δυσμενέεσσι

δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-367-404