Homer, Iliad XXII 177-223

τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:

ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες:

ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ

ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;180

ἔρδ᾽: ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:

θάρσει Τριτογένεια φίλον τέκος: οὔ νύ τι θυμῷ

πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι:

ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δ᾽ ἔτ᾽ ἐρώει.185

ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην:

βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.

Ἕκτορα δ᾽ ἀσπερχὲς κλονέων ἔφεπ᾽ ὠκὺς Ἀχιλλεύς.

ὡς δ᾽ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται

ὄρσας ἐξ εὐνῆς διά τ᾽ ἄγκεα καὶ διὰ βήσσας:190

τὸν δ᾽ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,

ἀλλά τ᾽ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ:

ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.

ὁσσάκι δ᾽ ὁρμήσειε πυλάων Δαρδανιάων

ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,195

εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,

τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς

πρὸς πεδίον: αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ᾽ αἰεί.

ὡς δ᾽ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν:

οὔτ᾽ ἄρ᾽ ὃ τὸν δύναται ὑποφεύγειν οὔθ᾽ ὃ διώκειν:200

ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ᾽ ὃς ἀλύξαι.

πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,

εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ᾽ Ἀπόλλων

ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;

λαοῖσιν δ᾽ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,205

οὐδ᾽ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,

μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.

ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,

καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,

ἐν δ᾽ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,210

τὴν μὲν Ἀχιλλῆος, τὴν δ᾽ Ἕκτορος ἱπποδάμοιο,

ἕλκε δὲ μέσσα λαβών: ῥέπε δ᾽ Ἕκτορος αἴσιμον ἦμαρ,

ᾤχετο δ᾽ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.

Πηλεΐωνα δ᾽ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,

ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:215

νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ᾽ Ἀχιλλεῦ

οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας

Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.

οὔ οἱ νῦν ἔτι γ᾽ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,

οὐδ᾽ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων220

προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.

ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ᾽ ἐγώ τοι

οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-177-223