Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

Homer, Iliad XXII 289-336

ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδ᾽ ἀφάμαρτε:290

τῆλε δ᾽ ἀπεπλάγχθη σάκεος δόρυ: χώσατο δ᾽ Ἕκτωρ

ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,

στῆ δὲ κατηφήσας, οὐδ᾽ ἄλλ᾽ ἔχε μείλινον ἔγχος.

Δηΐφοβον δ᾽ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας:

ᾔτεέ μιν δόρυ μακρόν: ὃ δ᾽ οὔ τί οἱ ἐγγύθεν ἦεν.295

Ἕκτωρ δ᾽ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε:

ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν:

Δηΐφοβον γὰρ ἔγωγ᾽ ἐφάμην ἥρωα παρεῖναι:

ἀλλ᾽ ὃ μὲν ἐν τείχει, ἐμὲ δ᾽ ἐξαπάτησεν Ἀθήνη.

νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδ᾽ ἔτ᾽ ἄνευθεν,300

οὐδ᾽ ἀλέη: ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν

Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε

πρόφρονες εἰρύατο: νῦν αὖτέ με μοῖρα κιχάνει.

μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,

ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.305

ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,

τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,

οἴμησεν δὲ ἀλεὶς ὥς τ᾽ αἰετὸς ὑψιπετήεις,

ὅς τ᾽ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν

ἁρπάξων ἢ ἄρν᾽ ἀμαλὴν ἤ πτῶκα λαγωόν:310

ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.

ὁρμήθη δ᾽ Ἀχιλεύς, μένεος δ᾽ ἐμπλήσατο θυμὸν

ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε

καλὸν δαιδάλεον, κόρυθι δ᾽ ἐπένευε φαεινῇ

τετραφάλῳ: καλαὶ δὲ περισσείοντο ἔθειραι315

χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.

οἷος δ᾽ ἀστὴρ εἶσι μετ᾽ ἀστράσι νυκτὸς ἀμολγῷ

ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,

ὣς αἰχμῆς ἀπέλαμπ᾽ εὐήκεος, ἣν ἄρ᾽ Ἀχιλλεὺς

πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ320

εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.

τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα

καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς:

φαίνετο δ᾽ ᾗ κληῗδες ἀπ᾽ ὤμων αὐχέν᾽ ἔχουσι,

λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος:325

τῇ ῥ᾽ ἐπὶ οἷ μεμαῶτ᾽ ἔλασ᾽ ἔγχεϊ δῖος Ἀχιλλεύς,

ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή:

οὐδ᾽ ἄρ᾽ ἀπ᾽ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,

ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.

ἤριπε δ᾽ ἐν κονίῃς: ὃ δ᾽ ἐπεύξατο δῖος Ἀχιλλεύς:330

Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆ᾽ ἐξεναρίζων

σῶς ἔσσεσθ᾽, ἐμὲ δ᾽ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα

νήπιε: τοῖο δ᾽ ἄνευθεν ἀοσσητὴρ μέγ᾽ ἀμείνων

νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,

ὅς τοι γούνατ᾽ ἔλυσα: σὲ μὲν κύνες ἠδ᾽ οἰωνοὶ335

ἑλκήσουσ᾽ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-289-336