Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

Homer, Iliad XXII 337-366

τὸν δ᾽ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ:

λίσσομ᾽ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων

μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,

ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο340

δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,

σῶμα δὲ οἴκαδ᾽ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με

Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς:

μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων:345

αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη

ὤμ᾽ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,

ὡς οὐκ ἔσθ᾽ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,

οὐδ᾽ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ᾽ ἄποινα

στήσωσ᾽ ἐνθάδ᾽ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,350

οὐδ᾽ εἴ κέν σ᾽ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι

Δαρδανίδης Πρίαμος: οὐδ᾽ ὧς σέ γε πότνια μήτηρ

ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,

ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.

355

τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ:

ἦ σ᾽ εὖ γιγνώσκων προτιόσσομαι, οὐδ᾽ ἄρ᾽ ἔμελλον

πείσειν: ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.

φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι

ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων

ἐσθλὸν ἐόντ᾽ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.360

ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,

ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει

ὃν πότμον γοόωσα λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην.

τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς:

τέθναθι: κῆρα δ᾽ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ365

Ζεὺς ἐθέλῃ τελέσαι ἠδ᾽ ἀθάνατοι θεοὶ ἄλλοι.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-337-366