Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

Homer, Iliad XXII 260-288

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:260

Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε:

ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,

οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,

ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,

ὣς οὐκ ἔστ᾽ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν265

ὅρκια ἔσσονται, πρίν γ᾽ ἢ ἕτερόν γε πεσόντα

αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.

παντοίης ἀρετῆς μιμνήσκεο: νῦν σε μάλα χρὴ

αἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.

οὔ τοι ἔτ᾽ ἔσθ᾽ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη270

ἔγχει ἐμῷ δαμάᾳ: νῦν δ᾽ ἀθρόα πάντ᾽ ἀποτίσεις

κήδε᾽ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.

ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος:

καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ:

ἕζετο γὰρ προϊδών, τὸ δ᾽ ὑπέρπτατο χάλκεον ἔγχος,275

ἐν γαίῃ δ᾽ ἐπάγη: ἀνὰ δ᾽ ἥρπασε Παλλὰς Ἀθήνη,

ἂψ δ᾽ Ἀχιλῆϊ δίδου, λάθε δ᾽ Ἕκτορα ποιμένα λαῶν.

Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα:

ἤμβροτες, οὐδ᾽ ἄρα πώ τι θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ

ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε:280

ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,

ὄφρά σ᾽ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.

οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,

ἀλλ᾽ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον

εἴ τοι ἔδωκε θεός: νῦν αὖτ᾽ ἐμὸν ἔγχος ἄλευαι285

χάλκεον: ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.

καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο

σεῖο καταφθιμένοιο: σὺ γάρ σφισι πῆμα μέγιστον.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-260-288