Homer, Iliad XXII 473-515

ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,

αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.

ἣ δ᾽ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη475

ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν:

Ἕκτορ ἐγὼ δύστηνος: ἰῇ ἄρα γεινόμεθ᾽ αἴσῃ

ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,

αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ

ἐν δόμῳ Ἠετίωνος, ὅ μ᾽ ἔτρεφε τυτθὸν ἐοῦσαν480

δύσμορος αἰνόμορον: ὡς μὴ ὤφελλε τεκέσθαι.

νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης

ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις

χήρην ἐν μεγάροισι: πάϊς δ᾽ ἔτι νήπιος αὔτως,

ὃν τέκομεν σύ τ᾽ ἐγώ τε δυσάμμοροι: οὔτε σὺ τούτῳ485

ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.

ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,

αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε᾽ ὀπίσσω

ἔσσοντ᾽: ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.

ἦμαρ δ᾽ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι:490

πάντα δ᾽ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,

δευόμενος δέ τ᾽ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,

ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος:

τῶν δ᾽ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε:

χείλεα μέν τ᾽ ἐδίην᾽, ὑπερῴην δ᾽ οὐκ ἐδίηνε.495

τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε

χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων:

ἔρρ᾽ οὕτως: οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.

δακρυόεις δέ τ᾽ ἄνεισι πάϊς ἐς μητέρα χήρην

Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς500

μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν:

αὐτὰρ ὅθ᾽ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,

εὕδεσκ᾽ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης

εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ:

νῦν δ᾽ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν505

Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν:

οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.

νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων

αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται

γυμνόν: ἀτάρ τοι εἵματ᾽ ἐνὶ μεγάροισι κέονται510

λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.

ἀλλ᾽ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ

οὐδὲν σοί γ᾽ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,

ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.

515

ὣς ἔφατο κλαίουσ᾽, ἐπὶ δὲ στενάχοντο γυναῖκες.

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-473-515