21.311–353

τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον

ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·

ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον

ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,315

οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;

οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·

μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων

ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.

τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·320

21.256–310

τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·

Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.

νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο

ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι

κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας260

ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,

ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,

ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·

ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,265

21.205–255

αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,205

ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας

ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω

οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα210

εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.

σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.

εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,

ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω

21.163–204

ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,

κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,

αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,165

ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,

δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—

εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει170

θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.

οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ

21.118–162

ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν

ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.

πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας120

πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,

ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,

ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.

στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.

τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,125

τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,

νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.

21.80–117

ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,80

τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.

δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·

κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.

Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,85

ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ

θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως

κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.

ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε

21.42–79

ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν

οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων

ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,

ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,45

αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,

ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας

ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος

βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα

πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.50

ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ

21.1–41

τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,

κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,

τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον

ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.

κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,5

εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ

καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.

βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν

ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,

χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.10

19.576–604

νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·

ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι

καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,

τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα

κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·580

τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.

τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,

μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·

πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,585

19.544–575

ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,

φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·545

θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·

οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.

χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις

ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,

ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.550

ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·

παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα

πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.