τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν190
δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.195
οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.200
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,205
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.210
ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος. δὲ
ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·215
κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,220
εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
notes
Odysseus reveals himself to his son
191 ἧκε: 3rd sing. aor. act. indic. > ἵημι.
191 ἔχε: “he held back (his tears)” (LSJ ἔχω A.II.9).
197 ᾧ αὐτοῦ γε νόῳ: “with his own mind.”
197 ὅτε μὴ: “unless” (literally, “when not”).
198 θείη: “makes (object acc.) (predicate acc.).” Here the object is unexpressed, “him” (LSJ τίθημι B.I.1, Smyth 1613).
199 νέον: “just now,” adverbial (LSJ νέος III).
199 ἕσσο: “were dressed,” 2nd sing. plupf. pass. indic. > ἕννυμι.
202 ἔοικε: “it isn’t reasonable for (acc.) to (infin.)” (LSJ ἔοικα III.2.
213 κατ᾽ … ἕζετο: tmesis > καθίζω.
214 ἀμφιχυθεὶς: masc. nom. sing. aor. pass. ptc. > ἀμφιχέω.
215 ὑφ᾽ … ὦρτο: “stirred the heart,” “rose up inside,” 3rd sing. aor. mid. indic., tmesis > ὑπόρνυμι.
217 φῆναι … αἰγυπιοὶ: evidently two species of vulture.
218 ἐξείλοντο: “took from (dat.),” 3rd pl. aor. mid. indic. > ἐξαιρέω (LSJ ἐξαιρέω III.3).
218 πάρος: “before,” with infinitive, like πρίν (LSJ πάρος A.I.3, Smyth 2461).