ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ,

κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς300

ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ

σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.

Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·

Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·

οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.305

ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,

καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο

ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ

φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,

ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.310

ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,

μήλων σφαζομένων οἴνοιό τε πινομένοιο

καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.

ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·

εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,315

καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη

τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,

ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας

ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.

ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·320

ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·

ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ

ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·

μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον

δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.325

Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην

ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.

ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,

τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε330

μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,

εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·

νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.

ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,

γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,335

ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,

ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.

τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,

ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,340

οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω

γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.

αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι

μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.

    Speeches of Telemachus and Agelaos.

     

    300  κείμενον: “lying,” agreeing with πόδα.

    302  σαρδάνιον μάλα τοῖον “so exceedingly sardonic” (LSJ τοῖος III).

    304  τόδε κέρδιον ἔπλετο … / οὐκ ἔβαλες meaning, “It’s a good thing you didn’t hit …”

    306  κέν … βάλον … / … κέ … ἀμφεπονεῖτο: impf., expressing past unreality (Smyth 1786). These can be thought of as apodoses of a past contrary-to-fact conditional, with an implied protasis: “(if he hadn’t avoided the thing your threw), I would (now) …” (Smyth 2304).

    307  πατὴρ “(your) father.”

    312  μήλων σφαζομένων οἴνοιό τε πινομένοιο / καὶ σίτου “while …,” genitive absolute.

    313  χαλεπὸν: supply ἐστι.

    314  μοι: ethical dat. (Smyth 1486b).

    322  ἂν … / … χαλεπαίνοι potential opt.

    326  φαίην: 1st sing. pres. act. opt. > φημί.

    327  ἅδοι 3rd sing. aor. act. opt. > ἁνδάνω.

    328  ἐώλπει: “expected,” “hoped for,” 3rd sing. plupf. act. indic. > ἔλπω.

    330  οὔ τις νέμεσις … ἦν: “it is no cause for anger to (infin.)” (LSJ νέμεσις A).

    330  μενέμεν: Russo / Heubeck takes Odysseus as the implied object of μενέμεν (“to wait for,” LSJ μένω III).

    332  νόστησ(ε): 3rd sing. aor. act. indic. > νοστέω.

    333  : “that,” ὅτι.

    334  κατάλεξον: “tell her,” imperat., followed by direct discourse.

    336  νέμηαι “have the benefit of,” “enjoy,” 2nd sing. pres. mid. subj. > νέμω (LSJ νέμω II).

    339  Ἀγέλαε … ἄλγεα: Stanford points out the play on words (paronomasia, Smyth 3040), with the two words being nearly anagrams of each other.

    340  ἔφθιται: 3rd sing. pf. mid. indic. > φθίω.

    342  ποτὶ: “in addition,” προς.

    343  ἀέκουσαν … δίεσθαι: “to hurry (her), unwilling, …”

    article nav
    Previous

    Suggested Citation

    Thomas Van Nortwick and Rob Hardy, Homer: Odyssey 5–12. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2024. ISBN: 978-1-947822-17-7 https://dcc.dickinson.edu/homer-odyssey/xx-299%E2%80%93344