τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,45

ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·

αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω

ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·

εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων

νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,50

καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.

ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν

πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.

ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,

αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.55

εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,

λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·

κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.

αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,

Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·60

Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη

ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο

αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα

οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,

ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.65

ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·

τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο

ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη

τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·

Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν70

εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,

ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.

εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,

κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—

ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,75

μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—

τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο

καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·

ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,

ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα80

ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,

μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.

ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις

ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,

νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,85

ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—

αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.

τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,

τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ

χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.90

    Athena tells Odysseus to get some sleep. Penelope wakes up and prays to Artemis.

     

    45  πείθεθ᾽: πείθεται.

    49  λόχοι: “troops” (LSJ λόχος I.3.b).

    49  μερόπων: “a traditional epithet so old that its meaning has been lost” (Russo/Heubeck).

    50  περισταῖεν: “would surround (dat.),” 3rd pl. aor. act. opt. > περιίστημι. With νῶϊ (1st dual pers. pron.) as the dative.

    50  Ἄρηϊ: “in battle” (LSJ Ἄρης II.1).

    51  τῶν: possessive gen., with βόας καὶ ἴφια μῆλα.

    51  ἐλάσαιο: 2nd sing. aor. mid. opt. > ἐλαύνω.

    52  ἑλέτω: 3rd sing. aor. act. imperat. > αἱρέω.

    52  ἀνίη: “(it is) bothersome,” supply ἐστί.

    52  τὸ φυλάσσειν: articular infin.

    53  ὑποδύσεαι: “you will emerge from (gen.),” 2nd sing. fut. mid. indic. > ὑποδύομαι.

    59  κορέσσατο: 3rd sing. aor. mid. indic. > κορέννυμι. With a supplementary participle.

    62  ἰὸν: “arrow.”

    62  βαλοῦσ(α): fem. nom. sing. aor. act. ptc. > βάλλω.

    62  ἐκ … ἕλοιο: “take from (dat.),” 2nd sing. aor. mid. opt. > ἐξαιρέω (LSJ ἐξαιρέω III.3).

    65  βάλοι: supply με as the object.

    66  Πανδαρέου κούρας: the story of Pandarus’s daughter Aëdon is told in 19.518–23 (Smith Dictionary Pandareos).

    70  περὶ: “beyond (gen.),” “more than (gen.)” (LSJ περί III).

    72  δέδαε: “taught (them),” 3rd sing. aor. act. indic. (reduplicated aor. 2) > δάω.

    74  κούρῃς: dat. pl., dative of interest.

    74  αἰτήσουσα: fut. act. ptc. > αἰτέω, expressing purpose.

    78  ἀμφιπολεύειν: infinitive of purpose.

    81  ὀσσομένη: “seeing (acc.) in my mind’s eye” (LSJ ὄσσομαι II.1).

    85  ἐπέλησεν: “brings forgetfulness of (gen.),” 3rd sing. aor. act. indic. > ἐπιλήθω (LSJ ἐπιλήθω). Gnomic aorist (Smyth 1931).

    88  παρέδραθεν: “slept beside (dat.),” 3rd sing. aor. act. indic. > παραδαρθάνω. The subject is “(someone) like him” (εἴκελος αὐτῷ).

    article nav
    Previous

    Suggested Citation

    Thomas Van Nortwick and Rob Hardy, Homer: Odyssey 5–12. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2024. ISBN: 978-1-947822-17-7 https://dcc.dickinson.edu/homer-odyssey/xx-44%E2%80%9390