Homer /

Thomas Van Nortwick and Geoffrey Steadman

Homer, Iliad XXII 111-130

εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν

καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας

αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω

καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ,

πάντα μάλ᾽ ὅσσά τ᾽ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν115

ἠγάγετο Τροίηνδ᾽, ἥ τ᾽ ἔπλετο νείκεος ἀρχή,

δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δ᾽ ἀμφὶς Ἀχαιοῖς

ἄλλ᾽ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε:

Τρωσὶν δ᾽ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι

μή τι κατακρύψειν, ἀλλ᾽ ἄνδιχα πάντα δάσασθαι120

κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει:

ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;

μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μ᾽ οὐκ ἐλεήσει

οὐδέ τί μ᾽ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα

αὔτως ὥς τε γυναῖκα, ἐπεί κ᾽ ἀπὸ τεύχεα δύω.125

οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ᾽ ἀπὸ πέτρης

τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε

παρθένος ἠΐθεός τ᾽ ὀαρίζετον ἀλλήλοιιν.

βέλτερον αὖτ᾽ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα:

εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.130

extra

article nav

Suggested Citation

Thomas Van Nortwick and Geoffrey Steadman, Homer: Iliad 6 and 22. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2018. ISBN: 978-1-947822-11-5. http://dcc.dickinson.edu/homer-iliad/homer-iliad-xxii-111-130