ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,415
τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,
καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·
τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ420
εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·
ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·
ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,425
κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·
ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες
τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·430
ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,
ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,435
ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.
αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν440
ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,
ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι
ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ
δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.
ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.445
ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·
οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·
καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γεδοίην.
παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,450
κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·
τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον
ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.
notes
Eumaeus continues his story
417 πατρὸς ἐμοῖο: with οἴκῳ.
420 πλυνούσῃ: “with her when she was supposed to be doing the washing,” dat., with μίγη.
420 μίγη: 3rd sing. aor. act. indic. > μίγνυμι.
422 καὶ ἥ κ᾽ … ἔῃσιν: “even one who is …,” “even if she is …,” conditional relative clause.
428 πέρασαν: 3rd pl. aor. act. indic. > περάω 2 (Cunliffe/Autenrieth) / πέρνημι (LSJ).
433 εἰσὶ: that is, “alive.”
437 ἐπώμνυον: 3rd pl. impf. act. indic. > ἐπόμνυμι.
441 ξυμβλήμενος: “having met,” masc. nom. sing. aor. mid. ptc. > συμβαλλω.
442 γέροντι: that is, to Eumaeus’s father, the king.
443 ἐξείπῃ … καταδήσῃ … ἐπιφράσσετ(αι): aor. subjs., following μή in negative purpose clauses. ἐπιφράσσεται is a short-vowel subjunctive.
443 ὀϊσάμενος: “being suspicious,” masc. nom. sing. aor. mid. ptc. > οἴομαι.
446 βιότοιο: “provisions.”
448 χ᾽: κε.
449 ἄλλ(ο) ἐπίβαθρον: “something else as my fare.”
451 κερδαλέον δὴ τοῖον: “such a clever (child).”
451 ἅμα: “with me.”
451 τροχόωντα: masc. acc. sing. pres. act. ptc. > τροχάω (Cunliffe/Autenrieth).
453 ἄλφοι: 3rd sing. aor. act. opt. > ἀλφάνω.
453 ὅπῃ: “wherever,” followed by a subjunctive in a conditional relative (local) clause.