τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·340

αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο

ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.

πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·

ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν

ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.345

νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,

εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο

πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,

ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,

ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.350

τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.

Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ

θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·

ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο355

κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα

ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.

ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,

λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε

ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.360

ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,

τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,

οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,

θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·

τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.365

αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,

τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,

αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη

καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα

ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.370

νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ

ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·

τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.

ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι

οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,375

ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν

ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι

καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι

ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.

    Eumaeus tells the stranger (Odysseus) about what has happened to Odysseus’ father and mother in their son’s absence, and gives a little of his own backstory

     

    341  γένοιο: 2nd sing. aor. mid. opt. > γίγνομαι.

    342  ἔπαυσας: “you stopped (acc.) from (gen.)” (LSJ παύω I.2, Smyth 1392).

    346  μεῖναι τέ με κεῖνον ἄνωγας: ἄνωγας με μεῖναι κεῖνον. με refers to Odysseus who is present and in disguise, κεῖνον refers to Odysseus who is expected to return.

    353  εὔχεται: “prays to (dat.) for (acc.) to (infin.) …”

    355  παιδὸς … οἰχομένοιο: gen., with ὀδύρεται (LSJ ὀδύρομαι 2).

    356  : “him,” personal pron.

    357  ἤκαχ(ε): 3rd sing. aor. act. indic. > ἀχεύω.

    357  ὠμῷ: “premature” (LSJ ὠμός II.3).

    358  ἄχεϊ: “from anguish for (objective gen.)…,” dative of means.

    359  λευγαλέῳ θανάτῳ: dative of cause (Smyth 1517).

    359  ὡς μὴ θάνοι ὅς τις: “may no man die like that (ὡς), who …”

    361  ἔην: that is, “was alive.”

    362  τί: “something (dear)” (τι), with φίλον.

    363  Κτιμένῃ: this is the only mention of Odysseus’s sister Ktimene.

    364  θυγατέρ(ι): dat.

    365  ὀλίγον … τί … ἧσσον: “little less at all (than her own daughter).”

    367  Σάμηνδ᾽ ἔδοσαν: “(sent her) to Same (and) gave her (in marriage),” a pregnant construction (Smyth 1659).

    367  μυρί(α) : μυρία ἑέδνα, “an immense bride-price.”

    369  ἀμφιέσασα: “having clothed (acc.) in (acc.),” fem. nom. sing. aor. act. ptc. > ἀμφιέννυμι. For the double accusative, see Smyth 1628.

    369  ποσὶν: “for my feet,” dat. pl. > πούς.

    369  δοῦσα: fem. nom. sing. aor. act. ptc. > δίδωμι.

    371  τούτων: gen., with ἐπιδεύομαι (Smyth 1396).

    373  τῶν: partitive gen. (Smyth 1355a).

    374  δεσποίνης: Penelope.

    374  οὐ … ἔστιν: “is impossible.”

    376  μέγα: adverbial.

    377  ἀντία: “in the presence of (gen.)” (LSJ ἀντίος II.1).

    378  καί τι: “a little something.”

    379  οἷά: “the kind of things which …,” referring to all the things represented by the preceding infinitives.

    article nav
    Previous

    Suggested Citation

    Thomas Van Nortwick and Rob Hardy, Homer: Odyssey 5–12. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2024. ISBN: 978-1-947822-17-7 https://dcc.dickinson.edu/homer-odyssey/xv-340%E2%80%93379