Frag. 37
καὶ οἱ Αἰολεῖς σταλαγμὸν τὴν ὀδύνην λέγουσιν· Σαπφω·
κὰτ ἔμον στάλαχμον
***
τὰ γὰρ δύο σσ εἰς ζ τρέπεται παρ’ Αἰολεῦσιν· τὸ γὰρ ἐπιπλήσσω ἐπιπλάζω· Σαπφω·
τὸν δ’ ἐπιπλάζοντ’ ἄνεμοι φέροιεν
καὶ μελέδωναι
καὶ οἱ Αἰολεῖς σταλαγμὸν τὴν ὀδύνην λέγουσιν· Σαπφω·
κὰτ ἔμον στάλαχμον
***
τὰ γὰρ δύο σσ εἰς ζ τρέπεται παρ’ Αἰολεῦσιν· τὸ γὰρ ἐπιπλήσσω ἐπιπλάζω· Σαπφω·
τὸν δ’ ἐπιπλάζοντ’ ἄνεμοι φέροιεν
καὶ μελέδωναι
καὶ ποθήω καὶ μάομαι
ἢ σε Κύπρος ἢ Πάφος ἢ Πάναρμος
ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν
ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος
ὄπποτα πλήθοισα μάλιστα λάμπη
γᾶν4
αἴθ᾿ ἔγω, χρυσοστέφαν᾿ Ἀφρόδιτα,
τόνδε τὸν πάλον λαχοίην
αἴ με τιμίαν ἐπόησαν ἔργα
τὰ σφὰ δοῖσαι
⊗ φάινεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν ὤνερ, ὄττις ἐναντίος τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει4
καὶ γελαίσας ἰμερόεν τό μ᾽ ἦ μάν
καρδίαν ἐν στήθεσιν ἐπτόησεν·
ὠς γὰρ εἰσίδω βροχέως σε, φώνας
νυκτ[ . . . ] . [
πάρθενοι δ[
παννυχίσδοι̣[σ]α̣ι̣[
σὰν ἀείδοιε̣ν φ[ιλότατα καὶ νύμ-4
φας ἰοκόλπω.
ἀλλ᾿ ἐγέρθε̣ι̣ς ἠϊθ[έοις
στεῖχε σοὶς ὐμάλικ̣[ας, ὠς ἐλάσσω
ἤπερ ὄσσον ἀ λιγ̣ύφω̣[νος ὄρνις8
ὔπνον [ἴ]δωμεν. ⊗