Frag. 58-59

The "Tithonus Poem"

Π1 preserves the line beginnings; Π2 preserves the line endings

 

ὔμμες πεδὰ Μοίσαν ἰ]ο̣κ[ό]λ̣πων κάλα δῶρα, παῖδες,

σπουδάσδετε καὶ τὰ]ν̣ φιλάοιδον λιγύραν χελύνναν·

ἔμοι δ’ ἄπαλον πρίν] π̣οτ̣’ [ἔ]ο̣ντα χρόα γῆρας ἤδη

  ἐπέλλαβε, λεῦκαι δ’ ἐγ]ένοντο τρίχες ἐκ μελαίναν·4

βάρυς δέ μ’ ὀ [θ]ῦμο̣ς̣ πεπόηται, γόνα δ’ [ο]ὐ φέροισι,

Frag. 57

†τίς δ᾿ ἀγροΐωτις θέλγει νόον . . .

ἀγροΐωτιν ἐπεμμένα στόλαν † . . .

οὐκ ἐπισταμένα τὰ βράκε ᾿ ἔλκην ἐπὶ τὼν σφύρων;

Frag. 56

οὐδ᾿ ἴαν δοκίμωμι προσίδοισαν φάος ἀλίω

ἔσσεσθαι σοφίαν πάρθενον εἰς οὐδένα πω χρόνον

τεαύταν

Frag. 55

κατθάνοισα δὲ κείσῃ οὐδέ ποτα μναμοσύνα σέθεν

  ἔσσετ’ οὐδὲ πόθα εἰς ὔστερον· οὐ γὰρ πεδέχῃς βρόδων1. †ποκ’† ὔστερον (Voigt)

τὼν ἐκ Πιερίας, ἀλλ’ ἀφάνης κἀν Ἀίδα δόμῳ

  φοιτάσῃς πεδ’ ἀμαύρων νεκύων ἐκπεποταμένα.  

Frag. 50

ὀ μὲν γὰρ κάλος ὄσσον ἴδην πέλεται ⟨καλος⟩,

ὀ δὲ κἄγαθος αὔτικα καὶ κάλος ἔσσεται.

Frag. 49

⊗   ἠράμαν μὲν ἔγω σέθεν Ἂτθι πάλαι πότα·  

***  

 σμίκρα μοι παίς ἔμμεν᾿ ἐφαίνεο κἄχαρις.