⊗   φάινεταί μοι κῆνος ἴσος θέοισιν

ἔμμεν ὤνερ, ὄττις ἐναντίος τοι

ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-

σας ὐπακούει4

 

καὶ γελαίσας ἰμερόεν τό μ᾽ ἦ μάν

καρδίαν ἐν στήθεσιν ἐπτόησεν·

ὠς γὰρ εἰσίδω βροχέως σε, φώνας

οὐδὲν ἔτ᾽ ἴκει·8

 

ἀλλὰ κάμ μὲν γλῶσσα ἔαγε, λέπτον

δ᾽ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμηκεν,

ὀππάτεσσι δ᾽ οὐδὲν ὄρημ᾽,ἐπιρρόμ-

βεισι δ᾽ ἄκουαι.12

 

καδ δέ μ᾽ ἴδρως κακχέεται, τρόμος δὲ

παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας

ἔμμι, τεθνάκην δ᾽ ὀλίγω ᾽πιδεύης

φαίνομαι [...].16

 

ἀλλὰ πᾶν τόλματον ...

    article Nav
    Previous
    Next