Frag. 62

⊗   ἐπτάξατε̣[

δάφνας ὄτα̣[

πὰν δ᾿ ἄδιον[

ἢ κῆνον ἐλο[4

καί ταῖσι μὲν ἀ̣[

ὀδοίπορος ἄν[ . . . . ] . . [

μύγις δέ ποτ᾿ εἰσάιον· ἐκλ̣[

ψύχα δ᾿ ἀγαπάτασυ . [ ´.1. ἀγαπάτα συ seems likely8

Frag. 60

]τύχοισα

]θέλ᾿ †ωνταπαίσαν

τέ]λ̣εσον νόημμα

   ]έτων κάλημι4

 ]πεδὰ θῦμον αἶψα

 ὄ]σ̣σα τύχην θελήση[ς

 ]ρ ἔμοι μάχεσθα[ι

   χ]λιδάναι πίθεισα[ν8

 ]ι, σὺ δ᾿ εὖ γὰρ οἶσθα

Frag. 58-59

The "Tithonus Poem"

Π1 preserves the line beginnings; Π2 preserves the line endings

 

ὔμμες πεδὰ Μοίσαν ἰ]ο̣κ[ό]λ̣πων κάλα δῶρα, παῖδες,

σπουδάσδετε καὶ τὰ]ν̣ φιλάοιδον λιγύραν χελύνναν·

ἔμοι δ’ ἄπαλον πρίν] π̣οτ̣’ [ἔ]ο̣ντα χρόα γῆρας ἤδη

  ἐπέλλαβε, λεῦκαι δ’ ἐγ]ένοντο τρίχες ἐκ μελαίναν·4

βάρυς δέ μ’ ὀ [θ]ῦμο̣ς̣ πεπόηται, γόνα δ’ [ο]ὐ φέροισι,

Frag. 57

†τίς δ᾿ ἀγροΐωτις θέλγει νόον . . .

ἀγροΐωτιν ἐπεμμένα στόλαν † . . .

οὐκ ἐπισταμένα τὰ βράκε ᾿ ἔλκην ἐπὶ τὼν σφύρων;

Frag. 56

οὐδ᾿ ἴαν δοκίμωμι προσίδοισαν φάος ἀλίω

ἔσσεσθαι σοφίαν πάρθενον εἰς οὐδένα πω χρόνον

τεαύταν

Frag. 55

κατθάνοισα δὲ κείσῃ οὐδέ ποτα μναμοσύνα σέθεν

  ἔσσετ’ οὐδὲ πόθα εἰς ὔστερον· οὐ γὰρ πεδέχῃς βρόδων1. †ποκ’† ὔστερον (Voigt)

τὼν ἐκ Πιερίας, ἀλλ’ ἀφάνης κἀν Ἀίδα δόμῳ

  φοιτάσῃς πεδ’ ἀμαύρων νεκύων ἐκπεποταμένα.