Pindar Pythian 4: the divine clod

ΑΡΚΕΣΙΛΑΩΙ ΚΥΡΗΝΑΙΩΙ

ΑΡΜΑΤΙ

Α΄Σάμερον μὲν χρή σε παρ᾿ ἀνδρὶ φίλῳ

στᾶμεν, εὐίππου βασιλῆι Κυράνας,

ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,

Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυ-

θῶνί τ᾿ αὔξῃς οὖρον ὕμνων,

ἔνθα ποτὲ χρυσέων Διὸς αἰετῶν πάρεδρος

5 οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος ἱέρεα

χρῆσεν οἰκιστῆρα Βάττον

καρποφόρου Λιβύας, ἱεράν

νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον

πόλιν ἐν ἀργινόεντι μαστῷ,

καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι

10ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θή-

ραιον, Αἰήτα τό ποτε ζαμενής