Medea's Speech from Euripides' Medea

ΜΗΔΕΙΑ

465ὦ παγκάκιστε, τοῦτο γάρ σ᾿ εἰπεῖν ἔχω,

γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν,

ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς

[θεοῖς τε κἀμοὶ παντί τ᾿ ἀνθρώπων γένει];

οὔτοι θράσος τόδ᾿ ἐστὶν οὐδ᾿ εὐτολμία,

470φίλους κακῶς δράσαντ᾿ ἐναντίον βλέπειν,

ἀλλ᾿ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων

πασῶν, ἀναίδει᾿. εὖ δ᾿ ἐποίησας μολών·

ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι

ψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσῃ κλύων.

475ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν·

ἔσωσά σ᾿, ὡς ἴσασιν Ἑλλήνων ὅσοι