Greek Boy 30
V α. ΑΣΤΡΑΠΗ
χθὲς ἤστραπτεν· ἡ δ’ ἀστραπὴ μεγάλη ἦν καὶ φοβερά· ἦν δὲ πύελός τις ἐν τῇ αὐλῇ, ἐξ ἧς πυέλου οἱ χοῖροι τρώγουσιν· ἦν δ’ ἐν τῇ πυέλῳ ὑετός, ὃς κατέπεσεν ἀπ’ οὐρανοῦ. ἡ δ’ ἀδελφὴ ἡ ἐμὴ εἶδεν ἐν τῇ πυέλῳ τὴν ἀστραπήν, ἥ ἦν ἐν τῷ οὐρανῷ, καὶ φόβῳ ἐβόα. ἡ δὲ τροφὸς εἶπε, “θάρρει, φίλη κεφαλή. ἀστραπὴ ἐκ πυέλου οὐδὲν βλάπτει, κατὰ τὴν παροιμίαν.”