ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,80
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,85
ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,90
μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.95
ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα
ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.100
τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.105
ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;110
ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ115
λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
notes
Antinous is eager to try his hand at Odysseus’s bow, and Telemachus can barely hide his glee at the thought of the contest.
83 ἄλλοθ(ι): “for his part, too” (Cunliffe ἄλλοθι 1).
86 δειλώ: masc. voc. dual.
86 κατείβετον: 2nd dual pres. act. indic. > κατείβω.
87 καὶ ἄλλως: “even as it is” (implying “without you making things worse”) (Cunliffe ἄλλως 3).
90 κλαίετον ἐξελθόντε … λιπόντε: duals (2nd dual pres. imperat., masc. nom. dual ptcs).
91 ἐντανύεσθαι: fut. pass. infin. > ἐντανύω.
93 μέτα: μέτεστι.
94 ὄπωπα: 1st sing. pf. act. indic. > ὁράω.
95 μνήμων εἰμί: “I have a good memory (of him)” (LSJ μνήμων I.3).
96 ἐώλπει: 3rd sing. plupf. act. indic. > ἔλπω.
98 ὀϊστοῦ: gen., with γεύσεσθαι (“to get a taste of”) (Smyth 1355).
100 ἐπὶ … ὤρνυε: “was stirring up,” 3rd sing. impf. act. indic., tmesis >ἐπόρνυμι.
103 φίλη: attributive with μήτηρ.
106 φαίνετ(o): the subject is Penelope, as if made clear in the next line.
107 οἵη νῦν οὐκ ἔστι γυνὴ: “a woman such as there is not now …,” “a woman unlike any now …,” in apposition to the subject of φαίνετ(ο).
108 Πύλου ἱερῆς … / … οὔτʼ ἠπείροιο μελαίνης: genitives of place.
110 τί … χρὴ…: “what need do (acc.) have of (gen.)?” (LSJ χρή I.2, Smyth 1562, 1400, for the same construction with δεῖ).
110 μητέρος αἴνου: αἴνου is the genitive following χρὴ (“need of …”) and μητέρος is an objective genitive.
111 παρέλκετε: “put things off” (LSJ παρέλκω II.1).
113 τοῦ τόξου: gen., with πειρησαίμην (Smyth 1345). τοῦ is demonstrative (“that”).
115 οὔ κέ μοι ἀχνυμένῳ: the commentators (Stanford, Russo/Heubeck) identify this as an ethical dative (Smyth 1486) that nearly acts as a “dative absolute” (Monro 246). Monro translates: “it would be no distress for me if …”
116 ὅτ(ε): “seeing that” (LSJ ὅτε B.1).
117 οἷός τʼ: “able to” (LSJ οἷος III.2).