τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·405
γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα410
ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·415
μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·420
τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·425
ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς430
ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν435
ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,440
οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο445
φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι450
λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
notes
Odysseus and the boar.
406 γαμβρὸς ἐμὸς θυγάτηρ τε: the nominative is substituted for the vocative both because it fits the meter better (Stanford) and because if two addressees are joined by τε, the second is always placed in the nominative (Monro 164).
407 ὀδυσσάμενος: either (1) “angry at (dat.),” “hating (dat.),” active, since the deponent verb ὀδύσσομαι has an active sense (LSJ ὀδύσσομαι), or (2) “hated by (dat.),” passive, or (3) with a double meaning, both. “hating” and “hated.”
410 ἡβήσας: masc. sing. aor. act. ptc. > ἡβάω.
412 τῶν: partitive gen., with δώσω, “I will give (a share) of them” (Smyth 1343).
413 οἱ πόροι: the subject of the verb is Autolycus, and οἱ, the dative, refers to Odysseus.
416 μήτηρ … μητρὸς: Odysseus’s maternal grandmother.
416 περιφῦσ᾽: = περίφυσε > περιφύω, “clung to (dat.).”
417 κεφαλήν τε καὶ ἄμφω φάεα καλά: accusative of respect (part affected).
419 ὀτρύνοντος: “(their father) urging (them),” [πατρὸς] ὀτρύνοντος, gen., with ἄκουσαν.
421 ἀμφί θ᾽ ἕπον: “‘dealt with,’ the most general word for doing whatever was necessary” (Merry), tmesis > ἀμφιέπω.
421 μιν διέχευαν ἅπαντα: “they cut it (the ox) all up in joints” (LSJ διαχέω Ι.1.b).
424 πρόπαν ἦμαρ: “all day long” (LSJ πρόπας).
425 δαιτὸς ἐΐσης: gens., with ἐδεύετο (Smyth 1396).
426 ἐπὶ … ἦλθεν: “came on,” tmesis > επέρχομαι.
428 ἴμεν ἐς θήρην: “to go hunting.”
431 καταειμένον: “covered with (dat.),” neut. acc. sing. pf. pass. ptc. > κατέννυμι.
432 Παρνησοῦ: genitive of explanation, or appositive genitive (Smyth 1322).
432 πτύχας: “glens,” “hollows,” literally, “folds.”
438 κραδάων: “brandishing” (Cunliffe/Autenrieth κραδάω).
440 τὴν: the antecedent is λόχμῃ πυκινῇ.
440 διάει: “goes through” > δέιμι.
442 περάασκε: “would pass through,” 3rd sing. iterative impf. act. indic. > περάω.
444 τὸν … περὶ … ἦλθε: “around it (the boar) came …,” tmesis > περιέρχομαι.
444 ποδοῖϊν: gen. dual. The use of the dual for the feet of a group of individuals is unusual. Stanford says it’s used here to fit the meter, and Merry says it’s used “in the distributive sense.” Smyth (999) says Homer uses the dual “freely.”
445 ἐπάγοντες: either (1) “urging on (the dogs),” supply the object κύνας (LSJ ἐπάγω I.2), or (2) driving on their prey” (Merry).
445 ἐπῇσαν: “they approached” > ἔπειμι.
445 ὁ δ᾽: the boar.
446 λοφιήν: accusative of respect.
446 πῦρ δ᾽ ὀφθαλμοῖσι δεδορκώς: “flashing fire from his eyes” (LSJ δέρκομαι II).
449 οὐτάμεναι: pres. act. infin. > οὐτάω.
449 φθάμενος ἔλασεν: “struck first,” masc. nom. sing. aor. mid. ptc. > φθάνω (Smyth 2096f.)
452 οὔτησε τυχὼν: “happened to wound” (Smyth 2096f.).
454 κὰδ … ἔπεσ(ε): “fell down,” tmesis > καταπίπτω.
454 μακών: “bleating,” “crying out,” > μακάομαι. The same participle is used of Iros crying out as he fell at Odysseus’s hands (18.98).
454 ἀπὸ … ἔπτατο: “flew away,” tmesis > ἀποπέτομαι.