ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,
ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·90
πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις
ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·
πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.95
ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·
Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,
ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ
ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα100
δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·
ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;105
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς
ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων110
εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,
τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,115
μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
μνησαμένῳ· μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·120
μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,
φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον125
Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,130
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων
οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·135
ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,
στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,
λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·140
κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—
Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·145
μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
notes
Penelope and the beggar (Odysseus) begin their conversation.
92 μέγα ἔργον: “an outrageous deed,” literally, “a big deed,” but with negative connotations (LSJ μέγας II.5).
99 ἐμέθεν: gen. (= ἐμοῦ) with ἐπακούσῃ.
100 ἡ: Eurynome.
109 ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος: “like (the fame) of someone (τευ = τινός) or a noble king.” The text as it stands doesn’t quite make sense, and several editors suggest emending ἢ to ἦ: “in truth, like (the fame) of some noble king.”
111 ἀνέχῃσι: “upholds,” 3rd sing. pres. acti. subj. > ἀνέχω (LSJ ἀνέχω A.I.5.b). Subjunctive in a present general conditional relative clause.
113 ἰχθῦς: acc. pl.
115 μετάλλα: “ask (acc. of person) about (acc. of thing)” (Smyth 1628).
117 ὀδυνάων: “with pains,” gen., with ἐνιπλήσῃς (Smyth 1369).
121 μή: “(I’m afraid) lest …,” introducing a clause of fearing.
121 νεμεσήσεται: 3rd sing. aor. mid. short-vowel subj. > νεμεσάω.
122 βεβαρηότα: “having depressed,” masc. acc. sing. pf. act. ptc. > βαρέω.
130 νήσοισιν: dat., with ἐπικρατέουσιν.
132 οἵ … / οἵ: “who (relative clause) …., these men (demonstrative subject of main clause) …”
134 ἐμπάξομαι: with genitive (LSJ ἐμπάζομαι, Smyth 1356).
137 φᾶρος: “shroud,” object of the infinitive ὑφαίνειν (139).
137 τολυπεύω: “I wind off,” metaphorically “I accomplish.” The verb comes from spinning and weaving, and thus anticipates the actual nature of Penelope’s tricks.
138 μοι … ἐνέπνευσε φρεσὶ: “inspired me to (infin.)” (LSJ ἐμπνέω II.2).
142 εἰς ὅ κε: “until (subj.).”
144 εἰς ὅτε κέν: “against the time when,” “for when” (LSJ εἰς II.1, Smyth 2383).
145 καθέλῃσι: 3rd sing. aor. act. subj. > καθαιρέω.
146 μή: introducing a negative purpose clause (as the apodosis of a future more vivid conditional).
147 αἴ κεν: ἐάν.
147 κεῖται: subj. (see Merry).
147 πολλὰ κτεατίσσας: “having possessed much,” “although he possessed much,” > κτεατίζω.