καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.245
γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,
Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων
ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,
σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.250
ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·
νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,
ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·
αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,255
πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν
κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.260
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν
τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·
καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα265
κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·
νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω
ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα270
ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους
ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ275
Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
notes
The stranger describes Odysseus.
241 δίπλακα: a double-folded cloak.
244 οἱ: “him,” Odysseus, dat., with εἵπετο (aor. > ἕπομαι).
246 γυρὸς ἐν ὤμοισιν: “round-shouldered” (LSJ γυρός).
247 τίεν: “he was honoring,” 3rd sing. impf. act. indic. > τίω.
248 οἱ φρεσὶν ἄρτια ᾔδη: “he was of the same mind with him,” literally, “he knew things in his mind in accordance with him.” That is, Eurybates and Odysseus thought alike.
248 ᾔδη: plupf. (with past sense) > οἶδα.
249 ὑφ᾽ … ὦρσε: “rose stealthily,” 3rd sing. aor. act. indic., tmesis > ὑπόρνυμι.
250 ἀναγνούσῃ: agreeing with τῇ (249).
257 ἄγαλμ(α) ἔμεναι: infinitive of purpose and predicate.
259 κακῇ αἴσῃ: dative of accompanying circumstance (Smyth 1527).
260 ἐποψόμενος: fut. ptc. > ἐφοράω, expressing purpose.
263 ἐναίρεο: “ruin,” “disfigure.” The primary meaning of the verb is “to slay an enemy in battle” (LSJ ἐναίρω).
265 τίς: “any woman.”
265 ἀλλοῖον: “other (than),” “different (from),” with ἢ in line 267.
266 τέκῃ: 3rd sing. aor. act. subj. > τίκτω. Subjunctive in a present general conditional relative clause.
270 περὶ … ἄκουσα: “I heard about (gen.)” (LSJ περί Α. ΙΙ.3).
271 ἀγχοῦ … / ζωοῦ: “(that he is) near (and) alive …”
275 Θρινακίης ἄπο: anastrophe.
276 τοῦ: Helios. The story of the killing of the cattle of Helios on the island of Thrinacia is told in Book 12.