ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,

ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,185

βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.

πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους

ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.

καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,

αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·190

τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,

ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι

ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;

δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·

ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,195

ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.

ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω

ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.200

Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·

οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,

μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.

ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε

μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω205

τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,

εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.

εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,

ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν

εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.210

νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως

ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·

τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς

ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,

οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη215

κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.

αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι

πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος

ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,

ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα220

βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.

καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων

ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·

ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν

ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.225

    Enter Philoitius the cowherd, who gives a speech expressing his loyalty to Odysseus.

     

    185  ἐπὶ … ἦλθε: “approached,” tmesis > ἐπέρχομαι.

    187  διήγαγον: that is, across from the mainland.

    188  σφέας: the ferrymen.

    189  τὰ: τὰ μῆλα, the flocks.

    190  αὐτὸς: Philoitius.

    192  τέων: = τινῶν, interrogative: ἐξ τινῶν ἀνδρῶν εὔχεται εἶναι;

    194  δέμας: accusative of respect.

    196  καὶ βασιλεῦσιν: “even for kings.” According to Merry and Stanford, this logically belongs in the main clause: “… much wandering humans, even for kings …”

    197  μιν: Odysseus.

    201  οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος: οὔ τις ἄλλος θεῶν [ἐστιν] ὀλοώτερος σεῖο.

    202  οὐκ ἐλεαίρεις ἄνδρας … / μισγέμεναι: “you do not pity men … / that they get mixed up in (dat.) …”. Russo / Heubeck: ἄνδρας is first object of ἐλεαίρεις and then subject of μισγέμεναι.”

    202  γείνεαι: 2nd sing. pres. mid./pass. short-vowel subj. > γείνομαι.

    204  ἴδιον: “I broke out into a sweat,” 1st sing. impf. act. indic. > ἰδίω. Inchoative imperfect (Smyth 1900).

    204  ὡς ἐνόησα: “when I saw (this man).” Philoitius is standing beside Odysseus, but still addressing Zeus.

    204  δεδάκρυνται: 3rd pl. pf. mid. indic. > δακρύω.

    209  Ὀδυσῆος ἀμύμονος: genitive of cause in an exclamation (after ὤ μοι, Smyth 1407).

    210  εἷσ(ε): “set,” 3rd sing. aor. act. indic. > ἵζω. With ἐπὶ: “set (me) over (dat.),” “put me in charge of (dat.).”

    210  Κεφαλλήνων: As mentioned in the Catalogue of Ships in the Iliad (2.631), the Cephallenians are the tribe of people ruled by Odysseus, and includes the inhabitants of Ithaka and several nearby islands, as well as territory on the mainland. Philoitius evidently lives on the mainland.

    211  αἱ: the cattle, βόες.

    211  οὐδέ κεν ἄλλως: “in no other (or better) way would …” (LSJ ἄλλως II.2).

    213  ἄλλοι: the suitors.

    213  ἀγινέμεναί: infin. > ἀγινέω.

    214  ἔδμεναι: infinitive of purpose > ἔδω.

    214  παιδὸς: Telemachus, gen., with ἀλέγουσιν (Smyth 1356).

    216  δάσσασθαι: aor. mid. infin. > δατέομαι.

    218  ἐπιδινεῖται: “turns over,” > ἐπιδινέω.

    218  κακὸν: “it is an evil thing,” supply ἐστι.

    218  υἷος ἐόντος: “while the son is alive,” genitive absolute.

    219  αὐτῇσι βόεσσιν: “cattle and all” (LSJ αὐτός A.I.5, Smyth 1525).

    220  τὸ δὲ ῥίγιον: “but the more horrible thing is,” supply ἐστί.

    223  οὐκέτ᾽ ἀνεκτὰ πέλονται: “things are no longer bearable.”

    article nav
    Previous

    Suggested Citation

    Thomas Van Nortwick and Rob Hardy, Homer: Odyssey 5–12. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2024. ISBN: 978-1-947822-17-7 https://dcc.dickinson.edu/homer-odyssey/xx-183%E2%80%93225