τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς430
μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην435
εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,440
δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,
τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.445
ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς450
αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο455
ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.460
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν
μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
notes
The unfaithful serving women are made to clean the palace.
431 τήνδʼ: Penelope.
431 εἰπὲ: “tell (dat.) to (infin.)” (LSJ λέγω III.5).
434 ἀγγελέουσα … ὀτρυνέουσα: fut. ptcs., expressing purpose.
437 ἄνωχθε: imperat. > ἄνωγα. Understand ἄνωχθε γυναῖκας φορέειν νέκυας.
439 καθαίρειν: infin., after ἄνωχθε.
441 ἐϋσταθέος μεγάροιο: gen., with the compound participle ἐξαγαγόντες.
443 θεινέμεναι: infin. Used as an imperative.
443 εἰς ὅ κε: “until …,” followed by subjunctive.
444 ἐξαφέλησθε: aor. mid. subj. > ἐξαφαιρέω.
444 ἐκλελάθωντ(αι): “they completely forget (gen.),” aor. mid. subj. > ἐκλανθάνω, reduplicated aor. 2 (Smyth 448D).
444 Ἀφροδίτης: Aphrodite, meaning “the pleasures of love,” “sex,” an example of antonomasia, a type of metonymy (Smyth 3033).
445 τὴν … ἔχον μίσγοντό τε: “(sex) which they had … and which they had …” A “rather loose paratactical structure” (Russo/Heubeck), which is essentially pleonastic (saying the same thing in two different ways) (Autenrieth μείγνυμι).
447 αἴν(α): adverbial.
449 κὰδ … τίθεσαν: “they were setting them down,” 3rd pl. impf. act. indic., tmesis > κατατίθημι.
450 ἀλλήλοισιν ἐρείδουσαι: “propping them (the corpses) against each other” (LSJ ἐρείδω I.1).
456 ἐφόρεον: the object is the dirt scraped from the floor.
460 οὔ πως ἦεν: “it was not at all possible to (infin.).”
462 ἀπὸ … ἑλοίμην: “(let me not) take away,” 1st sing. aor. mid. opt., tmesis > ἀφαιρέω. The optative with μή expresses “strong denial” (Monro 299e, “imperative optative” Smyth 1820).