Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,330
Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ335
Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε340
μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν345
πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,350
ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·355
ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.360
ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,365
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.370
τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε375
ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
notes
Telemachus persuades Odysseus to spare the lives of Phemius the bard and Medon the herald.
330 ἀλύσκανε: “was trying to avoid,” conative impf. > ἀλυσκάνω (ἀλύσκω) (Smyth 1895).
333 δίχα … μερμήριζεν: “was debating whether (ἢ, 334) … or (ἦ, 337) …”
333 φρεσὶ: “in his mind,” dative of place where.
334 ἐκδὺς: “having gotten out of (gen.),” masc. nom. sing. aor. act. ptc. > ἐκδύω (LSJ ἐκδύω III.1).
335 τετυγμένον: “well-built” (LSJ τεύχω I.2).
339 γούνων: gen., with ἅψασθαι (Smyth 1345).
342 γούνων: gen., with λάβε (Smyth 1345).
352 ἀεισόμενος: fut. ptc., expressing purpose.
352 μετὰ: “after.”
353 ἦγον: “they led (me here).”
357 μευ: = μου, gen., with κηδέσκετο (Smyth 1356).
358 κηδέσκετο: iterative impf. > κήδω.
359 εἰ … : “unless …”
362 ἀμφὶ … / ἕστο: “he had wrapped (acc.) around himself,” 3rd sing. plupf. mid. indic., tmesis > ἀμφιέννυμι.
369 ἀνδρῶν μνηστήρων: genitive of cause with κεχολωμένος (Smyth 1405).
372 θάρσει: imperat.
372 οὗτος: Telemachus.
374 εὐεργεσίη: supply ἐστι.
375 μεγάρων: gen., governed by ἐξ– in ἐξελθόντες.
376 ἐκ: “away from (gen.)” (LSJ ἐκ I.5).
377 ὅττεό με χρή: “what I must” (LSJ χρή I.2).
377 ὅττεό: = ὅτου, neut. gen. sing. > ὅστις.