ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.380
πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼἀνδρῶν
ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
πεπτεῶτας πολλούς, ὥς τ᾽ ἰχθύας, οὕς θʼ ἁλιῆες
κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης385
δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·390
Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν395
δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.400
εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν
αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·405
ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·410
ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·415
τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.420
πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.425
Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
notes
Odysseus summons Eurycleia and asks her to inform on the serving women.
378 βήτην: 3rd dual aor. act. indic. > βαίνω. The subjects are Phemius and Medon. Also dual are the participles κιόντε, παπταίνοντε, and ποτιδεγμένω and the verb ἑζέσθην ( > ἕζομαι).
380 ποτιδεγμένω: “expecting” (LSJ προσδέχομαι III). ποτι– = προσ–.
381 εἴ: “on the chance that …” “in case …” “(to see) if …,” followed by optative in secondary sequence (Smyth 2354).
384 πεπτεῶτας: masc. nom. pl. pf. act. ptc. > πίπτω.
387 κέχυνται: 3rd pl. pf. pass. indic. > χέω.
391 εἰ δʼ ἄγε: “come on!”
394 κινήσας δὲ θύρην: “shaking the door,” evidently Telemachus shook or knocked on the door to the women’s chambers to attract Eurycleia’s attention.
395 ὄρσο: “stir yourself,” aor. mid. imperat. > ὄρνυμι.
399 ὤϊξεν: 3rd sing. aor. act. indic. > οἴγω.
403 βεβρωκὼς: masc. nom. sing. pf. act. ptc. > βιβρώσκω.
403 βοὸς … ἀγραύλοιο: gen., with βεβρωκὼς (Smyth 1355).
405 αἱματόεντα: pred. adj., agreeing with the nearer subject (παρήϊά).
406 πεπάλακτο: 3rd sing. pf. pass. indic. > παλάσσω.
406 πόδας καὶ χεῖρας ὕπερθεν: accusatives of respect.
406 χεῖρας ὕπερθεν: “upper arms.”
407 ἡ δʼ: Eurycleia.
408 ἴθυσέν: “she launched into,” “she began,” with infinitive (Cunliffe ἰθύω 3).
414 τίεσκον: 3rd pl. iterative impf. act. indic. > τίω. The subject is the suitors.
416 = 317.
424 ἀναιδείης ἐπέβησαν: “have taken the path of shamelesseness” (LSJ ἐπιβαίνω A.I.4, Smyth 1383).
426 ἀέξετο: “was growing up” (LSJ ἀέξω II).
427 σημαίνειν: “to give orders to (ἑπί + dat.) (LSJ σημαίνω II.1).