τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·310
ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.315
ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.320
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,325
τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει330
ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,335
κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,340
βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·345
ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις. ἀρίστη,
ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.350
notes
While Odysseus and Telemachus make their plans, the news is brought to the palace that Telemachus has returned from his journey
309 ἔπειτά: “when the time comes.”
311 τόδε: “this plan” (that is, Odysseus’s plan of taking a loyalty census), with κέρδος as its predicate.
313 εἴσῃ: 2nd sing. fut. mid. indic. > εἶμι.
313 ἑκάστου: gen., with πειρητίζων (Smyth 1345).
314 ἔργα: “farms.”
315 χρήματα δαρδάπτουσιν: “devour my inheritance” (LSJ δαρδάπτω).
315 ὑπέρβιον: adverbial.
315 ἔπι: ἔπεστι (LSJ ἐπί E.II).
316 δεδάασθαι: aor. mid. infin. > *δάω.
318 ἀνδρῶν: gen., with πειράζειν (Smyth 1345).
319 πένεσθαι: “to deal with,” pres. mid. infin. > πένομαι.
320 τι: with τέρας (“some sign”).
326 σφ(ά): “their,” neut. acc. pl. > σφός.
326 ἀπένεικαν: 3rd pl. aor. act. indic. > ἀποφέρω.
328 πρόεσαν: 3rd pl. aor. act. indic. > προίημι.
329 ἐρέοντα: masc. acc. sing. fut. act. ptc. > ἐρῶ. Future participle expressing purpose.
330 Τηλέμαχος: understand ἦν (“was”).
331 δείσασ(α): fem. nom. sing. aor. act. ptc. > δείδω.
332 κατὰ … εἴβοι: “shed,” 3rd sing. pres. act. opt., tmesis > κατείβω.
333 συναντήτην: 3rd dual impf. act. indic. > συναντάω.
334 ἐρέοντε: masc. nom. dual fut. act. ptc. > ἐρῶ. Future participle expressing purpose.
347 Τηλεμάχῳ: dative of agent.
347 ὁδὸς ἥδε: “in this journey,” in apposition to μέγα ἔργον.
348 ἐρύσσομεν … ἀγείρομεν: short-vowel hortatory subjs.
350 κείνοις: “those others,” that is, the men sent out to lie in ambush for Telemachus.