οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.355
ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.360
αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας365
αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων.370
ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.375
ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·380
μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε385
κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος390
μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
notes
The suitors hear of Telemachu’s return and plan their next moves
351 πᾶν: “all,” “completely,” adverbial.
351 εἴρηθ᾽: εἴρητο (εἴρετο) 3rd sing. impf. pass. indic. > εἰρέω / εἴρω.
352 ἐκ χώρης: Merry takes with with ἴδε (“he saw the ship from his place”).
353 στέλλοντας … ἔχοντας: “(men) furling … and holding…,” in “a kind of apposition to νῆα” (Merry).
354 ἡδὺ: adverbial.
355 ἔνδον: “(at) home.”
362 εἴων: 3rd pl. impf. act. indic. > ἐάω.
364 κακότητος: genitive of separation with ἔλυσαν (Smyth 1392).
367 ἄσαμεν: 1st pl. aor. act. indic. > ἀέσα.
371 οἱ: “for him,” dat., with Τηλεμάχῳ (372) in apposition.
373 τούτου γε ζώοντος: genitive absolute, referring to Telemachus.
373 ἀνύσσεσθαι: fut. mid. infin. > ἀνύω. The subject of the infinitive, in indirect discourse, is either “we” (“we will accomplish these deeds for our advantage”), or τάδε ἔργα is the subject and the infinitive is rendered as passive (“these deeds will be accomplished”) (LSJ ἀνύω A.I.1).
374 αὐτὸς: Telemachus. Understand the verb ἐστί.
375 ἐφ᾽ … ἦρα φέρουσιν: “show favor towards …”
377 μεθησέμεναί: “will give up,” fut. act. infin. > μεθίημι.
377 μιν: Telemachus.
381 μή … ῥέξωσι … ἐξελάσωσι: object clause of fear or caution (“beware, lest …”) (Smyth 2221).
383 φθέωμεν: “let us act first,” 1st pl. aor. act. subj. > φθάνω (LSJ φθάνω II.1).
383 ἑλόντες: understand μιν (Telemachus) as the object.
385 ἐφ᾽ ἡμέας: “among ourselves” (LSJ ἐπί C.I.5).
386 δοῖμεν: potential opt.
387 βόλεσθε: βούλεσθε.
392 γήμαιθ᾽: = γήμαιτο, 3rd sing. aor. mid. opt. > γαμέω.