Ἑρμῆς
βούλει τὸν αὐχμῶντα ἐκεῖνον, τὸν Ποντικόν;
Ζεύς
πάνυ μὲν οὖν.
Ἑρμῆς
οὗτος ὁ τὴν πήραν ἐξηρτημένος, ὁ ἐξωμίας, ἐλθὲ καὶ περίιθι ἐν κύκλῳ τὸ συνέδριον. βίον ἀνδρικὸν πωλῶ, βίον ἄριστον καὶ γεννικόν, βίον ἐλεύθερον τίς ὠνήσεται;
Ἀγοράστης
ὁ κῆρυξ πῶς ἔφης σύ; πωλεῖς τὸν ἐλεύθερον;
Ἑρμῆς
ἔγωγε.
Ἀγοράστης
εἶτ᾽ οὐ δέδιας μή σοι δικάσηται ἀνδραποδισμοῦ ἢ καὶ προκαλέσηταί σε εἰς Ἄρειον πάγον;
Ἑρμῆς
οὐδὲν αὐτῷ μέλει τῆς πράσεως: οἴεται γὰρ εἶναι παντάπασιν ἐλεύθερος.
Ἀγοράστης
τί δ᾽ ἄν τις αὐτῷ χρήσαιτο ῥυπῶντι καὶ οὕτω κακοδαιμόνως διακειμένῳ; πλὴν εἰ μὴ σκαπανέα γε καὶ ὑδροφόρον αὐτὸν ἀποδεικτέον.
Ἑρμῆς
οὐ μόνον, ἀλλὰ καὶ ἢν θυρωρὸν αὐτὸν ἐπιστήσῃς, πολὺ πιστοτέρῳ χρήσῃ τῶν κυνῶν. ἀμέλει κύων αὐτῷ καὶ τὸ ὄνομα.
Ἀγοράστης
ποδαπὸς δέ ἐστιν ἢ τίνα τὴν ἄσκησιν ἐπαγγέλλεται;
Ἑρμῆς
αὐτὸν ἐροῦ: κάλλιον γὰρ οὕτω ποιεῖν.
Ἀγοράστης
δέδια τὸ σκυθρωπὸν αὐτοῦ καὶ κατηφές, μὴ με ὑλακτήσῃ προσελθόντα ἢ καὶ νὴ Δία δάκῃ γε. οὐχ ὁρᾷς ὡς διῆρται τὸ ξύλον καὶ συνέσπακε τὰς ὀφρῦς καὶ ἀπειλητικόν τι καὶ χολῶδες ὑποβλέπει;
Ἑρμῆς
μὴ δέδιθι: τιθασὸς γάρ ἐστι.