Ἀγοράστης

ὢ τῆς ἀγχινοίας· τί δὲ ἄλλο μάλιστα φῂς εἰδέναι;

Χρύσιππος

τὰς τῶν λόγων πλεκτάνας, αἷς συμποδίζω τοὺς προσομιλοῦντας καὶ ἀποφράττω καὶ σιωπᾶν ποιῶ, φιμὸν ἀτεχνῶς αὐτοῖς περιτιθείς· ὄνομα δὲ τῇ δυνάμει ταύτῃ ὁ ἀοίδιμος συλλογισμός.

Ἀγοράστης

Ἡράκλεις, ἄμαχόν τινα καὶ βίαιον λέγεις.

Χρύσιππος

σκόπει γοῦν· ἔστι σοι παιδίον;

Ἀγοράστης

τί μήν;

Χρύσιππος

τοῦτο ἤν πως κροκόδειλος ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾆτά σοι ἀποδώσειν ὑπισχνῆται αὐτό, ἢν εἴπῃς τἀληθὲς ὅ τι δέδοκται αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι;

Ἀγοράστης

δυσαπόκριτον ἐρωτᾷς. ἀπορῶ γὰρ ὁπότερον εἰπὼν ἀπολάβοιμι. ἀλλὰ σὺ πρὸς τοῦ Διὸς ἀποκρινάμενος ἀνάσωσαί μοι τὸ παιδίον, μὴ καὶ φθάσῃ αὐτὸ καταπιών.

Χρύσιππος

θάρρει· καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώτερα.

Ἀγοράστης

τὰ ποῖα;

Χρύσιππος

τὸν θερίζοντα καὶ τὸν κυριεύοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον.

Ἀγοράστης

τίνα τοῦτον τὸν ἐγκεκαλυμμένον ἢ τίνα τὴν Ἠλέκτραν λέγεις;

Χρύσιππος

Ἠλέκτραν μὲν ἐκείνην τὴν πάνυ, τὴν Ἀγαμέμνονος, ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδε: παρεστῶτος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος οἶδε μὲν Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης ἀγνοεῖ· τὸν δ᾽ αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυμαστὸν ἀκούσῃ λόγον· ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ;

Ἀγοράστης

ναί.

Χρύσιππος

τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι, τοῦτον οἶσθα; τί φήσεις;

Ἀγοράστης

δηλαδὴ ἀγνοεῖν.

    ἀγχίνοια, -ας, ἡ: sagacity, intelligence, mental activity

    πλεκτάνη, -ης, ἡ: web

    συμποδίζω: to entangle, enchain; (literally) to tie the feet (πόδας) together

    προσομιλέω: to converse with, associate with

    ἀποφράσσω: to stop or block up

    σιωπάω: to be silent

    φιμός, -οῦ, ὁ: muzzle

    ἀτεχνῶς: (adv.) simply, absolutely, quite

    περιτίθημι: to place or put around

    ἀοίδιμος, -ον: famous, storied 

    συλλογισμός, -οῦ, ὁ: syllogism

    ἄμαχος, -ον: irresistible

    βίαιος, -α, -ον: forceful, violent

    σκοπέω: to behold, look at

    γοῦν: why yes, at any rate, at least then

    κροκόδειλος, ὁ: crocodile

    ἁρπάζω: snatch up or away

    πλησίος, -η, -ον: near

    πλάζω: turn aside; (pass.) go astray, wander

    ἀποδίδωμι: give back, restore

    ὑπισχνέομαι: promise

    ἀπόδοσις, -εως, ἡ: a returning, a giving back

    βρέφος, -εως, τό: child

    δυσαπόκριτος, -ον: difficult to answer

    ἀπορέω: to be at a loss

    ὁπότερος, -α, -ον: which of two

    ἀπολαμβάνω: to take back

    ἀνασῴζω: to save, rescue

    φθάνω: to anticipate, be the first to (+ participle)

    καταπίνω: to gulp down, swallow

    θαρσέω (Attic θαρρέω): be of good courage

    θαυμάσιος, -α, -ον: marvelous, wonderful

    θερίζω: to reap

    κυριεύω: to be lord or master

    ἐγκαλύπτω: to veil, to wrap up

    πάνυ: (adv.) altogether, perfectly; ὁ πανύ: the real, the very, the famous 

    ἀγνώς, -ῶτος: unknown

    θαυμαστός, -ή, -όν: wonderful, marvelous

    ἀγνοέω: to not know, recognize, or perceive 

    δηλαδή: of course, clearly 

    article Nav
    Previous
    Next