Ἀγοράστης
ἐλθέ, ὦγαθέ, καὶ λέγε πρὸς τὸν ὠνητὴν ἐμὲ ποῖός τις εἶ, καὶ πρῶτον εἰ οὐκ ἄχθῃ πιπρασκόμενος καὶ δοῦλος ὤν.
Χρύσιππος
οὐδαμῶς: οὐ γὰρ ἐφ᾽ ἡμῖν ταῦτά ἐστιν· ὅσα δὲ οὐκ ἐφ᾽ ἡμῖν, ἀδιάφορα εἶναι συμβέβηκεν.
Ἀγοράστης
οὐ μανθάνω ᾗ καὶ λέγεις.
Χρύσιππος
τί φής; οὐ μανθάνεις ὅτι τῶν τοιούτων τὰ μέν ἐστι προηγμένα, τὰ δ᾽ ἔμπαλιν ἀποπροηγμένα;
Ἀγοράστης
οὐδὲ νῦν μανθάνω.
Χρύσιππος
εἰκότως· οὐ γὰρ εἶ συνήθης τοῖς ἡμετέροις ὀνόμασιν οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις, ὁ δὲ σπουδαῖος ὁ τὴν λογικὴν θεωρίαν ἐκμαθὼν οὐ μόνον ταῦτα οἶδεν, ἀλλὰ καὶ σύμβαμα καὶ παρασύμβαμα ὁποῖα καὶ ὁπόσον ἀλλήλων διαφέρει.
Ἀγοράστης
πρὸς τῆς σοφίας, μὴ φθονήσῃς κἂν τοῦτο εἰπεῖν, τί τὸ σύμβαμα καὶ τὸ παρασύμβαμα· καὶ γὰρ οὐκ οἶδ᾽ ὅπως ἐπλήγην ὑπὸ τοῦ ῥυθμοῦ τῶν ὀνομάτων.
Χρύσιππος
ἀλλ᾽ οὐδεὶς φθόνος· ἢν γάρ τις χωλὸς ὢν αὐτῷ ἐκείνῳ τῷ χωλῷ ποδὶ προσπταίσας λίθῳ τραῦμα ἐξ ἀφανοῦς λάβῃ, ὁ τοιοῦτος εἶχε μὲν δήπου σύμβαμα τὴν χωλείαν, τὸ τραῦμα δὲ παρασύμβαμα προσέλαβεν.
vocabulary
ὠνητής, -οῦ, ὁ: buyer
ἄχθομαι: be vexed or grieved (+participle)
πιπράσκω: to sell, passive: be sold
ἀδιάφορος, -ον: neither good nor bad, indifferent
συμβαίνω: to turn out (in a certain way)
προάγω: to prefer
ἀνάπαλιν: back
ἀποπροάγω: to place in second rank
συνήθης, ες: familiar with, used to (+dat.)
εἰκότως: fairly, reasonably
καταληπτικός, -ή, -όν: cataleptic
φαντασία, ης, ἡ: impression, image
λογικός, -ή, -όν: logical
θεωρία, ἡ: principle, theory
ἐκμανθάνω: learn thoroughly, master
σύμβαμα, ατος, τό: accident, mishap
παρασύμβαμα, ατος, τό: secondary accident
διαφέρω: to differ
φθονέω –bear ill-will, refuse (to do + infin.)
πλήσσω: to strike
ῥυθμός, -οῦ, ὁ: rhythm
φθόνος, -ου, ὁ: ill-will, begrudging, refusal
χωλός, -ή, -όν: lame in the feet
προσπταίω: stumble upon (+dat.)
τραῦμα, ατος, τό: injury
ἀφανής, -ές: unseen
δήπου: doubtless, I presume
χωλεία, -ας, ἡ: lameness
προσλαμβάνω: to receive in addition to