6.289-331

ξεῖνε, σὺ δ᾽ ὦκ᾽ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα

πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.290

δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου

αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·

ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ᾽ ἀλωή,

τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.

ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς295

ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.

αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ᾽ ἀφῖχθαι,

6.239-288

"κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.

οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,240

Φαιήκεσσ᾽ ὅδ᾽ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·

πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ᾽ εἶναι,

νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.

αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη

ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.245

ἀλλὰ δότ᾽, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε."

ὣς ἔφαθ᾽, αἱ δ᾽ ἄρα τῆς μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,

πὰρ δ᾽ ἄρ᾽ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.

ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς

6.211-238

ὣς ἔφαθ᾽, αἱ δ᾽ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,

κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆ᾽ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν

Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·

πὰρ δ᾽ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ᾽ ἔθηκαν,

δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,215

ἤνωγον δ᾽ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.

δή ῥα τότ᾽ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·

"ἀμφίπολοι, στῆθ᾽ οὕτω ἀπόπροθεν, ὄφρ᾽ ἐγὼ αὐτὸς

ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δ᾽ ἐλαίῳ

6.162-210

"Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ

φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·

ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,

τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε᾽ ἔσεσθαι.165

ὣς δ᾽ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ

δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,

ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δ᾽ αἰνῶς

γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.

6.127-161

ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,

ἐκ πυκινῆς δ᾽ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ

φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.

βῆ δ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,130

ὅς τ᾽ εἶσ᾽ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε

δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν

ἠὲ μετ᾽ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ

μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·