τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·560
Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.565
καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·570
καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·575
οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,580
ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·585
οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.590
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ595
μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·600
αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,
πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,
πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ605
τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
notes
Odysseus plans to come to Penelope later that night.
564 ὑποδείδι(α): 1st sing. pf. act. indic. > ὑποδείδω. The perfect has a present sense (Smyth 1946).
567 ἔδωκεν: “delivered me to (dat.)” (LSJ δίδωμι II.1).
568 οὔτε … ἐπήρκεσεν: “did not prevent” > ἐπαρκέω.
571 εἰρέσθω: “let her ask (acc.) about (acc.)” (Smyth 1628).
571 πόσιος πέρι: anastrophe.
576 ἄγεις: supply the object μιν (the stranger).
576 τί τοῦτ᾽ ἐνόησεν: “what does (the wanderer) mean by this?”
583 κάλλιον: supply ἐστί.
583 σοὶ … αὐτῇ: dative of interest.
584 οἴην: understand σε φάσθαι οἴην, “(it is better) for you to speak (to him) alone,” with οἴην in apposition to σε.
586 ὥς: “how.”
592 πευθοίαθ᾽: = πευθοίατο, 3rd pl. pres. mid./pass. opt. > πεύθομαι.
593 φυλάξων: fut. ptc., expressing purpose.
594 μελόντων: 3rd pl. pres. act. imperat. > μέλω.
595 σάω: “keep yourself safe,” 2nd sing. pres. mid. imperat. > σαόω (σώζω).
595 φράζεο: 2nd sing. pres. mid. imperat. > φράζω.
600 ἰέναι καὶ ἄγειν: infins. Used as imperatives.
602 ὁ: Eumaeus.
605 πλεῖον: agreeing with μέγαρόν.