ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων340
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε345
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,
ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·
Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει350
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.355
ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,360
ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·
ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,365
πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,370
τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε375
ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
notes
Odysseus enters the palace and begs from the suitors. Antinoos scolds Eumaeus for letting a beggar in.
341 ἐπὶ στάθμην: with a carpenter’s plumbline.
344 ὥς: “as much as” (LSJ ὥς A.I.3).
347 αἰδὼς δ᾽ οὐκ ἀγαθὴ: “it is not good for shame to (infin.) …,” supply the verb ἐστί.
354 Τηλέμαχόν μοι … εἶναι: two possibilities: (1) supply the imperative δός, introducing indirect discourse (“grant to me that Telemachus …”) or (2) εἶναι is an infinitive of wish with an accusative subject (“may Telemachus be …,” Smyth 2014), with μοι as an ethical dative.
356 ἀμφοτέρῃσιν: “with both hands.”
356 ἐδέξατο: the implied object of the verb is the food Eumaeus has brought him.
358 ἧος: “while,” “as long as.”
359 δεδειπνήκειν: 3rd sing. plupf. act. indic. > δειπνέω.
362 ὡς ἂν: introducing a purpose clause, with optative in secondary sequence (Smyth 2201a).
364 οὐδ᾽ … ἔμελλ(ε): “she was not about to (infin.) …,” The subject is Athena.
364 ἀπαλεξήσειν: “defend (acc.) from (gen.)” (LSJ ἀπαλέξω I.2).
365 βῆ: the subject is Odysseus.
365 αἰτήσων: fut. ptc., expressing purpose.
372 οἱ: “him,” dat., object of ἡγεμόνευεν.
378 ὄνοσαι: “do you think it’s a small thing that …?” “isn’t it bad enough that …?” 2nd sing. pres. mid./pass. indic. > ὄνομαι.
379 προτὶ: πρός, adverbial, “in addition,” “besides.”