ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,85
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.90
χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.95
μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·100
Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,105
νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν110
ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·115
ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
notes
A conversation between Penelope and Telemachus
91–95: = 1.136–40 and 15.135–39. See additional notes there.
91 προχόῳ: dative of place (“in”) or instrument (“with”).
93 νίψασθαι: infinitive of purpose.
97 ἠλάκατα: “distaff.” Unspun wool is wrapped around the distaff, which is held up in one hand, while the loose end of the wool is attached to a drop spindle to be spun into a thread. In this image from a 5th century oinochoe (wine jug) in the British Museum, the woman holds the distaff in her left hand.
103 δάκρυσ(ι): dat. pl. > δάκρυ.
103 πεφυρμένη: “moistened,” fem. nom. sing. pf. pass. ptc. > φύρω.
103 ἐξ οὗ: “since.”
104 οὐδέ μοι ἔτλης, // … εἰπέμεν: “you didn’t have the grace (or courage) to say to me …” (LSJ τλάω II.1).
106 νόστον: the object of ἄκουσας (Smyth 1363).
114 Ὀδυσσῆος ταλασίφρονος: gen., object of ἀκοῦσαι.
115 ἐπιχθονίων: partitive gen., with τευ.
115 τευ: = τινος. Genitive of source (“from anyone”) with ἀκοῦσαι (Smyth 1411).