τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,455

αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον

πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν

δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.

καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον

λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.460

αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,

μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,

ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.

τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,

Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.465

αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,

ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,

ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·

πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.

οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,470

δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο

οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·

"παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους475

ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο."

ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,

καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.

ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν

ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.480

ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·

πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,

ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,

μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην

ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.485

οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.

δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,

ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,

υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.

ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.490

ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·

ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·

μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.

ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα495

ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.

δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.

    455 τῆς: either possessive (“its blood”) or governed by the ἐκ (“out of it”).

    455  ἐκ . . . ῥύη: aorist passive indicative with active intransitive meaning (see Cunliffe 2 ῥέω). Perhaps tmesis for ἐκρέω, or ἐκ can be taken as adverbial.

    456  ἐκ . . . τάμνον: tmesis of ἐκτἀμνω (LSJ ἐκτέμνω).

    457  κατά . . . ἐκάλυψαν: tmesis of κατακαλύπτω.

    457  κνίσῃ “with the caul fat,” dative of means (Monro 144). κνίση can refer to the smoke produced by the burning fat, or to the fat itself. 

    461  κατὰ . . . ἐκάη: third singular aorist passive indicative from καίω with adverbial κατά ("thoroughly"). 

    461  μῆρ(α): alternate form of μηρία, “thighbones.”

    462  μίστυλλόν: unagumented imperfect from μιστύλλω.

    462  τἆλλα: τὰ ἄλλα, the other pieces of meat.

    462  ἀμφ(ί) “right through,” that is, so that the skewer goes through both sides of the piece of meat (LSJ ἀμφί E).

    462  ὀβελοῖσιν: dative of means (Monro 144).

    467  ἀμφὶ . . . βάλεν “put (accusative of thing) on (accusative of person),” tmesis of ἀμφιβάλλω.

    468  δέμας: accusative of respect (Monro 137). 

    470  κρέ᾽ ὑπέρτερα: “the outer meat,” as opposed to the innards (σπλάγχνα). Line 470 is a repetition of line 65. 

    470  ἐρύσαντο “drew (the meat) off (the spit) for themselves.”

    471  δαίνυνθ᾽: δαίνυντο, unaugmented imperfect.

    471  ἐπὶ . . . ὄροντο “were looking after them,” “were attending them,” unaugmented imperfect middle, tmesis of ἐφοράω (LSJ ἐφοράω).

    475  Τηλεμάχῳ: dative of interest.

    479  ἐν  “in it,” that is, in the chariot, or tmesis with ἔθηκεν as if from ἐντίθημι.

    481  ἂν . . . βήσετο: tmesis of ἀναβαίνω.

    482  πάρ “beside him.”

    484  ἐλάαν: present active infinitive from ἐλαύνω. Infinitive of purpose (Monro 231).

    484  τὼ . . . ἀέκοντε πετέσθην / … λιπέτην: duals.

    486  σεῖον: unaugmented imperfect of σείω. ζυγόν is the object of this verb and of the participial phrase ἀμφὶς ἔχοντες.

    486  ἀμφὶς ἔχοντες “supporting it (the yoke) on both ends.”

    488  Φηράς: Pherai (modern Kalamata), a town in Messenia, roughly halfway between Pylos and Sparta. See also Pherai (Pleiades place). 

    489  παῖδα: predicate.

    493  ἐκ . . . ἔλασαν “drove out of,” tmesis of ἐξελαύνω, with genitive.

    494  A repetition of 484.

    496  ἦνον “kept trying to complete” from ἄνω. Stanford reads this as a conative imperfect (Smyth 1895).

    496  τοῖον “in such away,” adverbial accusative.

    496  ὑπέκφερον “were carrying them onward,” imperfect from ὑπεκφέρω.

    μέλας, μέλαινα, μέλαν dark

    ῥέω (aorist: ἐρρύην) flow

    ὀστέον, ὀστέου, τό bone

    αἶψα quickly

    διαχέω cut up

    ἄφαρ immediately

    μηρίον, μηρίου, τό thigh piece

    τέμνω, τάμνω (aorist: ἔταμον) cut

    μοῖρα, μοίρης, ἡ due portion

    κνίση, κνίσης, ἡ fat

    καλύπτω cover

    δίπτυχος, δίπτυχον (accusative singular feminine: δίπτυχα) doubled

    ὠμοθετέω place raw meat upon

    καίω burn

    σχίζα, σχίζης, ἡ split wood

    γέρων, γέροντος, ὁ old man

    αἴθοψ, αἴθοπος sparkling

    οἶνος, οἴνου, ὁ wine

    λείβω pour a libation

    πεμπώβολον, πεμπωβόλου, τό five-pronged fork

    σπλάγχνον, σπλάγχνου, τό entrail

    πατέομαι (aorist: ἔπασα) eat

    μιστύλλω cut into pieces

    ὀβελός, ὀβελοῦ, ὁ spit

    πείρω pierce

    ὀπτάω roast

    ἀκρόπορος, ἀκρόπορον pointed at the tip

    τόφρα meanwhile

    λούω bathe

    ὁπλότατος, ὁπλοτάτη, ὁπλότατον youngest

    Νηληϊάδης, Νηληϊάδαο, ὁ son of Neleus

    χρίω anoint

    λίπα richly

    ἔλαιον, ἐλαίου, τό olive oil

    φᾶρος, φάρεος, τό cloak

    χιτών, χιτῶνος, ὁ tunic

    ἀσάμινθος, ἀσαμίνθου, ἡ bathtub

    δέμας, δέματος, τό body

    ἀθάνατος, ἀθάνατον immortal

    ἕζομαι sit down

    ποιμήν, ποιμένος, ὁ shepherd, leader (epithet of Nestor)

    κρέας, κρέαος, τό meat

    ὑπέρτερος, ὑπέρτερη, ὑπέρτερον outer

    ἐρύω pull off

    δαίνυμι feast

    ἐσθλός, ἐσθλή, ἐσθλόν noble

    ὄρνυμι (aorist middle: ὠρόμην) rise

    οἰνοχοέω pour wine

    χρύσεος, χρυσέη, χρύσεον golden

    δέπας, δέπαος, τό cup

    πόσις, πόσιος, ἡ drinking

    ἐδητύς, ἐδητύος, ἡ food

    ἔρος, ἔρου, ὁ desire

    μῦθος, μύθου, ὁ speech

    Γερήνιος, Γερηνίη, Γερήνιον Gerenian (epithet of Nestor)

    ἱππότα horseman (epithet of Nestor)

    καλλίθριξ, καλλίτριχος beautiful-maned (epithet of horses)

    ζεύγνυμι yoke

    ἅρμα, ἅρματος, τό chariot

    πρήσσω travel along (+ genitive)

    κλύω listen to (+ genitive)

    καρπαλίμως swiftly

    ὠκύς, ὠκεῖα, ὠκύ swift

    ταμίη, ταμίης, ἡ housekeeper

    σῖτος, σίτου, ὁ food

    ὄψον, ὄψου, τό provisions

    ἔδω eat

    διοτρεφής, διοτρεφές nurtured by Zeus (epithet of kings)

    περικαλλής, περικαλλές very beautiful

    βαίνω (aorist middle: ἐβήσετο) go aboard

    δίφρος, δίφρου, ὁ chariot

    Νεστορίδης, Νεστορίδαο, ὁ son of Nestor

    ὄρχαμος, ὀρχάμου, ὁ leader (+ genitive)

    ἀναβαίνω mount

    ἡνίον, ἡνίου, τό rein

    λάζομαι take hold of

    μαστίζω whip

    ἐλαύνω (present infinitive: ἐλάαν) drive

    ἀέκων, ἀέκουσα, ἀέκον unwilling

    πέτομαι (third dual aorist: πετέσθην) speed onward

    αἰπύς, αἰπεῖα, αἰπύ steep

    πτολίεθρον, πτολιέθρου, τό city

    πανημέριος, πανημέριον lasting all day

    σείω shake

    ζυγόν, ζυγοῦ, τό yoke

    ἀμφίς on both sides

    δύω (= δύνω, aorist: ἐδύσετο) set

    σκιόω grow dark

    ἀγυιά, ἀγυιᾶς, ἡ street

    Φηραί, Φηρῶν, αἱ Pherae

    ἵκω (aorist: ἷξον) reach (+ accusative)

    Ἀλφειός, Ἀλφειοῦ, ὁ Alpheus

    δῶμα, δώματος, τό house

    ξείνιον, ξεινίου, τό hospitality

    ἦμος when

    ἠριγένεια early-born (epithet of dawn)

    ῥοδοδάκτυλος, ῥοδοδάκτυλον rose-fingered (epithet of dawn)

    ἠώς, ἠοῦς, ἡ dawn

    ποικίλος, ποικίλη, ποικίλον ornamented

    πρόθυρον, προθύρου, τό vestibule

    αἴθουσα, αἰθούσης, ἡ portico

    ἐρίδουπος, ἐρίδουπον loudly resounding

    πυρηφόρος, πυρηφόρον wheat-bearing (epithet of the plain)

    ἀνύω (imperfect: ἦνον) complete a journey

    ὑπεκφέρω carry swiftly onward

    article nav
    Previous
    Next

    Suggested Citation


    Thomas Van Nortwick and Rob Hardy, Homer: Odyssey 5–12. Carlisle, Pennsylvania: Dickinson College Commentaries, 2024. ISBN: 978-1-947822-17-7 https://dcc.dickinson.edu/homer-odyssey/iii-455-497