τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,455
αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.460
αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.465
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,470
δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
"παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους475
ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο."
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.480
ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.485
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.490
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα495
ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
notes
455 τῆς: either possessive (“its blood”) or governed by the ἐκ (“out of it”).
455 ἐκ . . . ῥύη: aorist passive indicative with active intransitive meaning (see Cunliffe 2 ῥέω). Perhaps tmesis for ἐκρέω, or ἐκ can be taken as adverbial.
456 ἐκ . . . τάμνον: tmesis of ἐκτἀμνω (LSJ ἐκτέμνω).
457 κατά . . . ἐκάλυψαν: tmesis of κατακαλύπτω.
457 κνίσῃ “with the caul fat,” dative of means (Monro 144). κνίση can refer to the smoke produced by the burning fat, or to the fat itself.
461 κατὰ . . . ἐκάη: third singular aorist passive indicative from καίω with adverbial κατά ("thoroughly").
461 μῆρ(α): alternate form of μηρία, “thighbones.”
462 μίστυλλόν: unagumented imperfect from μιστύλλω.
462 τἆλλα: τὰ ἄλλα, the other pieces of meat.
462 ἀμφ(ί) “right through,” that is, so that the skewer goes through both sides of the piece of meat (LSJ ἀμφί E).
462 ὀβελοῖσιν: dative of means (Monro 144).
467 ἀμφὶ . . . βάλεν “put (accusative of thing) on (accusative of person),” tmesis of ἀμφιβάλλω.
468 δέμας: accusative of respect (Monro 137).
470 κρέ᾽ ὑπέρτερα: “the outer meat,” as opposed to the innards (σπλάγχνα). Line 470 is a repetition of line 65.
470 ἐρύσαντο “drew (the meat) off (the spit) for themselves.”
471 δαίνυνθ᾽: δαίνυντο, unaugmented imperfect.
471 ἐπὶ . . . ὄροντο “were looking after them,” “were attending them,” unaugmented imperfect middle, tmesis of ἐφοράω (LSJ ἐφοράω).
475 Τηλεμάχῳ: dative of interest.
479 ἐν “in it,” that is, in the chariot, or tmesis with ἔθηκεν as if from ἐντίθημι.
481 ἂν . . . βήσετο: tmesis of ἀναβαίνω.
482 πάρ “beside him.”
484 ἐλάαν: present active infinitive from ἐλαύνω. Infinitive of purpose (Monro 231).
484 τὼ . . . ἀέκοντε πετέσθην / … λιπέτην: duals.
486 σεῖον: unaugmented imperfect of σείω. ζυγόν is the object of this verb and of the participial phrase ἀμφὶς ἔχοντες.
486 ἀμφὶς ἔχοντες “supporting it (the yoke) on both ends.”
488 Φηράς: Pherai (modern Kalamata), a town in Messenia, roughly halfway between Pylos and Sparta. See also Pherai (Pleiades place).
489 παῖδα: predicate.
493 ἐκ . . . ἔλασαν “drove out of,” tmesis of ἐξελαύνω, with genitive.
494 A repetition of 484.
496 ἦνον “kept trying to complete” from ἄνω. Stanford reads this as a conative imperfect (Smyth 1895).
496 τοῖον “in such away,” adverbial accusative.
496 ὑπέκφερον “were carrying them onward,” imperfect from ὑπεκφέρω.
vocabulary
μέλας, μέλαινα, μέλαν dark
ῥέω (aorist: ἐρρύην) flow
ὀστέον, ὀστέου, τό bone
αἶψα quickly
διαχέω cut up
ἄφαρ immediately
μηρίον, μηρίου, τό thigh piece
τέμνω, τάμνω (aorist: ἔταμον) cut
μοῖρα, μοίρης, ἡ due portion
κνίση, κνίσης, ἡ fat
καλύπτω cover
δίπτυχος, δίπτυχον (accusative singular feminine: δίπτυχα) doubled
ὠμοθετέω place raw meat upon
καίω burn
σχίζα, σχίζης, ἡ split wood
γέρων, γέροντος, ὁ old man
αἴθοψ, αἴθοπος sparkling
οἶνος, οἴνου, ὁ wine
λείβω pour a libation
πεμπώβολον, πεμπωβόλου, τό five-pronged fork
σπλάγχνον, σπλάγχνου, τό entrail
πατέομαι (aorist: ἔπασα) eat
μιστύλλω cut into pieces
ὀβελός, ὀβελοῦ, ὁ spit
πείρω pierce
ὀπτάω roast
ἀκρόπορος, ἀκρόπορον pointed at the tip
τόφρα meanwhile
λούω bathe
ὁπλότατος, ὁπλοτάτη, ὁπλότατον youngest
Νηληϊάδης, Νηληϊάδαο, ὁ son of Neleus
χρίω anoint
λίπα richly
ἔλαιον, ἐλαίου, τό olive oil
φᾶρος, φάρεος, τό cloak
χιτών, χιτῶνος, ὁ tunic
ἀσάμινθος, ἀσαμίνθου, ἡ bathtub
δέμας, δέματος, τό body
ἀθάνατος, ἀθάνατον immortal
ἕζομαι sit down
ποιμήν, ποιμένος, ὁ shepherd, leader (epithet of Nestor)
κρέας, κρέαος, τό meat
ὑπέρτερος, ὑπέρτερη, ὑπέρτερον outer
ἐρύω pull off
δαίνυμι feast
ἐσθλός, ἐσθλή, ἐσθλόν noble
ὄρνυμι (aorist middle: ὠρόμην) rise
οἰνοχοέω pour wine
χρύσεος, χρυσέη, χρύσεον golden
δέπας, δέπαος, τό cup
πόσις, πόσιος, ἡ drinking
ἐδητύς, ἐδητύος, ἡ food
ἔρος, ἔρου, ὁ desire
μῦθος, μύθου, ὁ speech
Γερήνιος, Γερηνίη, Γερήνιον Gerenian (epithet of Nestor)
ἱππότα horseman (epithet of Nestor)
καλλίθριξ, καλλίτριχος beautiful-maned (epithet of horses)
ζεύγνυμι yoke
ἅρμα, ἅρματος, τό chariot
πρήσσω travel along (+ genitive)
κλύω listen to (+ genitive)
καρπαλίμως swiftly
ὠκύς, ὠκεῖα, ὠκύ swift
ταμίη, ταμίης, ἡ housekeeper
σῖτος, σίτου, ὁ food
ὄψον, ὄψου, τό provisions
ἔδω eat
διοτρεφής, διοτρεφές nurtured by Zeus (epithet of kings)
περικαλλής, περικαλλές very beautiful
βαίνω (aorist middle: ἐβήσετο) go aboard
δίφρος, δίφρου, ὁ chariot
Νεστορίδης, Νεστορίδαο, ὁ son of Nestor
ὄρχαμος, ὀρχάμου, ὁ leader (+ genitive)
ἀναβαίνω mount
ἡνίον, ἡνίου, τό rein
λάζομαι take hold of
μαστίζω whip
ἐλαύνω (present infinitive: ἐλάαν) drive
ἀέκων, ἀέκουσα, ἀέκον unwilling
πέτομαι (third dual aorist: πετέσθην) speed onward
αἰπύς, αἰπεῖα, αἰπύ steep
πτολίεθρον, πτολιέθρου, τό city
πανημέριος, πανημέριον lasting all day
σείω shake
ζυγόν, ζυγοῦ, τό yoke
ἀμφίς on both sides
δύω (= δύνω, aorist: ἐδύσετο) set
σκιόω grow dark
ἀγυιά, ἀγυιᾶς, ἡ street
Φηραί, Φηρῶν, αἱ Pherae
ἵκω (aorist: ἷξον) reach (+ accusative)
Ἀλφειός, Ἀλφειοῦ, ὁ Alpheus
δῶμα, δώματος, τό house
ξείνιον, ξεινίου, τό hospitality
ἦμος when
ἠριγένεια early-born (epithet of dawn)
ῥοδοδάκτυλος, ῥοδοδάκτυλον rose-fingered (epithet of dawn)
ἠώς, ἠοῦς, ἡ dawn
ποικίλος, ποικίλη, ποικίλον ornamented
πρόθυρον, προθύρου, τό vestibule
αἴθουσα, αἰθούσης, ἡ portico
ἐρίδουπος, ἐρίδουπον loudly resounding
πυρηφόρος, πυρηφόρον wheat-bearing (epithet of the plain)
ἀνύω (imperfect: ἦνον) complete a journey
ὑπεκφέρω carry swiftly onward