ὣς ἄρα φωνήσασ’ ἀπέβη γλαυκῶπις Ἀθήνη
φήνῃ εἰδομένη· θάμβος δ’ ἕλε πάντας Ἀχαιούς.
θαύμαζεν δ’ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖσι·
Τηλεμάχου δ’ ἕλε χεῖρα, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
“ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,375
εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
οὐ μὲν γάρ τις ὅδ’ ἄλλος Ὀλύμπια δώματ’ ἐχόντων,
ἀλλὰ Διὸς θυγάτηρ, ἀγελείη Τριτογένεια,
ἥ τοι καὶ πατέρ’ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
ἀλλά, ἄνασσ’, ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,380
αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
σοὶ δ’ αὖ ἐγὼ ῥέξω βοῦν ἤνιν εὐρυμέτωπον,
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.”
ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.385
τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν390
οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,395
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,400
ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,405
ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,410
Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,415
πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
notes
372 ἕλε: unaugmented third singular aorist active indicative from αἱρέω.
375 ἔολπα “expect” first singular perfect active indicative from ἔλπω, having present sense (Cunliffe ἔλπω I.2), with future infinitive.
376 τοι νέῳ: datives with ἕπονται. νέῳ is in apposition to τοι.
377 οὐ . . . τις ὅδ᾽ ἄλλος: understand ἦν.
377 ἐχόντων: partitive genitive substantive participle.
378 ἀλλά: instead of the more common ἤ.
379 τοι: dative of possession with πατέρ(α).
379 ἐσθλόν: adverbial accusative.
380 ἵληθι, δίδωθι: second singular present active imperative.
384 κέρασιν: dative governed by the prepositional prefix περι– in περιχεύας.
387 ἑά: neuter plural possessive pronoun.
390 ἀνὰ . . . κέρασσεν: third singular aorist active indicative. Tmesis of ἀνακεράννυμι.
392 ὤιξεν: third singular aorist active indcative from οἴγω.
392 ἀπὸ . . . ἔλυσε: tmesis of ἀπολύω.
392 κρήδεμνον: used metaphorically of the seal on the wine bottle.
393 τοῦ: = τούτου τοῦ οἴνου.
396 οἱ: Nestor’s sons and their wives.
396 κακκείοντες: future active participle from κατάκειμαι, expressing purpose.
397 αὐτοῦ “right there,” “on the spot.”
399 τρητοῖσι ἐν λεχέεσσιν: perhaps “perforated” because the bedframe was drilled with holes through which ropes were passed to create a base for the bedding (see, for example, this 17th-century bed). For the use of the plural, see Smyth 1000a.
401 οἱ: dative of possession, referring to Nestor.
403 λέχος . . . καὶ εὐνήν “bed and bedding.”
405 εὐνῆφι: genitive singular.
406 ἐκ δ᾽ ἐλθών: masculine nominative singular participle. Tmesis of ἐξέρχομαι.
406 κατ᾽ . . . ἕζετ(ο): tmesis of καθίζομαι.
407 οἱ: dative of possession.
408 οἷς ἔπι: anastrophe.
409 ἵζεσκεν “used to sit,” iterative imperfect from ἵζω.
409 θεόφιν: dative plural.
412 περί “around,” adverbial.
416 πάρ “beside (them),” adverbial = παρά.
416 εἷσαν “sat him down,” third plural aorist active indicative from ἵζω. Causal.
vocabulary
φωνέω speak
ἀποβαίνω (aorist: ἀπέβην) depart
γλαυκῶπις, γλαυκώπιδος bright-eyed (epithet of Athena)
φήνη, φήνης, ἡ sea eagle
εἴδομαι appear like (+ dative)
θάμβος, θάμβεος, τό awe
γεραιός, γεραιά, γεραιόν aged
ἔλπομαι (perfect: ἔολπα) expect
ἄναλκις cowardly
πομπεύς, πομπῆος, ὁ guide
δῶμα, δώματος, τό palace
ἀγελείη driver of spoil (epithet of Athena)
Τριτογένεια Tritogeneia (epithet of Athena)
ἄνασσα, ἀνάσσης, ἡ queen
ἵλημι be gracious
κλέος, κλέεος, τό glory
ἐσθλός, ἐσθλή, ἐσθλόν noble
αἰδοῖος, αἰδοίη, αἰδοῖον honored
παράκοιτις, παρακοίτιδος, ἡ wife
ῥέζω sacrifice
ἦνις, ἤνιος, ἡ yearling heifer
εὐρυμέτωπος, εὐρυμέτωπον broad-browed
ἄδμητος, ἄδμητον unbroken
ζυγόν, ζυγοῦ, τό yoke
χρυσός, χρυσοῦ, ὁ gold
κέρας, κέραος, τό horn
περιχέω pour around
εὔχομαι pray
κλύω hear (+ genitive)
Γερήνιος, Γερηνία, Γερήνιον Gerenian (epithet of Nestor)
ἱππότης, ἱππόταο (nominative singular: ἱππότα) horseman (epithet of Nestor)
γαμβρός, γαμβροῦ, ὁ son-in-law
ἵκω reach (+ accusative)
ἀγακλυτός, ἀγακλυτόν renowned
ἄναξ, ἄνακτος, ὁ lord
ἑξείης in a row
ἕζομαι sit down
κλισμός, κλισμοῦ, ὁ chair
θρόνος, θρόνου, ὁ chair
γέρων, γέροντος, ὁ old man
κρητήρ, κρητῆρος, ὁ mixing bowl
κεράννυμι (aorist: ἐκέρασα) mix
οἶνος, οἴνου, ὁ wine
ἡδύποτος, ἡδύποτον sweet to drink
ἐνιαυτός, ἐνιαυτοῦ, ὁ year
οἴγω (aorist: ὦιξα) open
ταμίη, ταμίης, ἡ housekeeper
κρήδεμνον, κρηδέμνου, τό lid
ἀποσπένδω pour a libation
κούρη, κούρης, ἡ daughter
αἰγίοχος, αἰγίοχον aegis-bearing (epithet of Zeus)
σπένδω (aorist: ἔσπεισα) pour a libation
κατακείω (present participle: κατακείων) lie down to sleep
κοιμάω put to bed
τρητός, τρητόν pierced
λέχος, λέχεος, τό bed
αἴθουσα, αἰθούσης, ἡ porch
ἐρίδουπος, ἐρίδουπον echoing
ἐϋμμελίης, ἐϋμμελίαο skilled with the spear (epithet of Peisistratus)
ὄρχαμος, ὀρχάμου, ὁ leader
ἠΐθεος, ἠΐθεον unmarried
μέγαρον, μεγάρου, τό hall
καθεύδω sleep
μυχός, μυχοῦ, ὁ innermost part
δόμος, δόμου, ὁ house
ὑψηλός, ὑψηλή, ὑψηλόν lofty
ἄλοχος, ἀλόχου, ἡ wife
πορσύνω prepare
εὐνή, εὐνῆς, ἡ bed
ἠριγένεια early-born (epithet of dawn)
ῥοδοδάκτυλος, ῥοδοδάκτυλον rosy-fingered (epithet of dawn)
ὄρνυμι rise
ξεστός, ξεστή, ξεστόν polished
προπάροιθε in front
θύρα, θύρης, ἡ door
ἀποστίλβω gleam
ἄλειφαρ, ἀλείφατος, τό oil