ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν345
εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων350
ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,355
μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·360
σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.365
ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.370
ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
notes
Morning comes and Odysseus prepares to visit his father on the farm, leaving Penelope in charge at the palace.
345 ἐέλπετο: “supposed,” “judged,” 3rd sing. impf. mid. indic. > ἔλπω (LSJ ἔλπω II.3).
350 κεκορήμεθ(α): “we have had our fill of (gen.),” 1st pl. pf. mid. indic. > κορέννυμι.
353 ἀπὸ: “far from (gen.).”
355 κτήματα: object of κομιζέμεν.
355 μοι: dative of possession.
355 κομιζέμεν: infin. Used as an imperative.
356 μῆλα … : this could be treated as an accusative of respect (“with respect to the flocks …”) or an independent nominative (“as for the flocks …,” see Smyth 941).
357 πολλὰ: “many” to replace the ones slaughtered by the suitors.
359 πολυδένδρεον ἀγρὸν: “to my well-wooded farm,” terminal acc. (Smyth 1588).
360 ὀψόμενος: fut. mid. ptc. > ὁράω, expressing purpose.
362 φάτις: “report.”
362 εἶσιν: “will go (around)” > εἶμι.
363 ἀνδρῶν μνηστήρων: objective gen., with φάτις.
365 ἧσθαι: infin. (as imperat.) > ἧμαι.
368 ἔντε(α): fighting gear, arms.
370 ἐκ … ἤϊον: “went out,” 3rd pl. impf. act. indic. > ἔξειμι.
372 πόληος: gen. > πόλις, with the compound verb ἐξῆγε.