τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,435
θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·440
αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν445
ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον450
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα455
ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·460
ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι465
ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.470
ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.475
ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,480
κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
notes
The hypocritical speech of Eurymachus, and Eumaeus’s return from the city and his report to Telemachus
436 θάρσει: imperat.
436 ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων: “let these things weigh on your mind” (LSJ μέλω A.I.1).
436 μελόντων: 3rd pl. pres. act. imperat. > μέλω.
437 ἔσθ᾽: ἔστι.
437 γένηται: 3rd sing. aor. mid. subj. > γίγνομαι. The “anticipatory subjunctive,” similar to future indicative (Smyth 1810).
438 ἐποίσει: 3rd sing. fut. act. indic. > ἐπιφέρω.
439 ζώοντός … ἐμέθεν … δερκομένοιο: genitive absolute. ἐμέθεν is genitive singular > ἐμοῦ.
443 ἐφεσσάμενος: masc. nom. sing. aor. mid. ptc. > ἐφίζω.
444 ἐπέσχε: 3rd sing. aor. act. indic. > ἐπέχω.
446 οὐδέ … ἄνωγα: “I bid him not to (infin.).”
447 θεόθεν: “at the hands of the gods” (LSJ θεόθεν).
447 ἀλέασθαι: infin. > ἀλέομαι.
448 τῷ: “for him” (Telemachus).
456 πεπληγυῖα: fem. nom. sing. pf. act. ptc. > πλήσσω.
457 ἕσσε: “clothed him with,” 3rd sing. aor. act. indic. > ἕννυμι.
459 εἰρύσσαιτο: “keep secret,” 3rd sing. aor. mid. opt. > ἐρύω (B).
461 κλέος: “news.”
463 εἰρύαται: “they watch for,” 3rd pl. pf. mid. indic. > ἐρύω (B).
465 οὐκ ἔμελέν μοι: “it wasn’t on my mind to (infin.)” (LSJ μέλω A.I.2).
466 καταβλώσκοντα: “as I was going down through,” acc., despite the dative μοι in 465.
475 ὠΐσθην: 1st sing. aor. > οἴομαι. Introducing indirect discourse with accusative (τοὺς), infinitive (ἔμμεναι), and predicate (σφέας). Eumaeus thinks the men he saw might be the men who had been sent ouf to lie in ambush for Telemachus.
476 ἱερὴ ἲς Τηλεμάχοιο: “the divine might of Telemachus” = “divine and mighty Telemachus,” periphrasis (Smyth 3041). Although ἴς is feminine, the entire periphrasis refers to the masculine Telemachus, which therefore agrees in sense with the masculine nominative participle ἰδών in line 477 (Smyth 1014).
477 ἀλέεινε: “evaded,” “avoided looking at.”