γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς70
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
ἔνθεν ἑλὼν δύʼ ἔνεικε ἀμφοτέρους ἱέρευσεν,
εὗσέ τε μίστυλλέν τε ἀμφʼ ὀβελοῖσινἔπειρεν.75
ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰπάλυνεν·
ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,80
χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρεςἔδουσιν,
οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
ἀλλὰ δίκην τίουσι αἴσιμα ἔργʼ ἀνθρώπων.
μὲν δυσμενέες ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης85
ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶπίπτει.
οἵδε δέ τοι τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσιδικαίως90
μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπιφειδώ.
ὅσσαι γὰρ νύκτες τε ἡμέραι ἐκ Διός εἰσιν,
οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.95
ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοικαταλέξω.
δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,100
τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
βόσκουσι ξεῖνοί τε αὐτοῦ βώτορες ἄνδρες.
ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,105
ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
notes
73 ἔρχατο: 3rd pl. plupf. pass. indic. > ἔργω / ἔργνυμι. For the –ατο plural ending, see Smyth 465D. Note the use of a plural verb with a neuter plural subject (Smyth 959).
75 ἀμφ᾽ ὀβελοῖσιν ἔπειρεν: either (1) “pierced around skewers,” or (2) “impaled with skewers,” taking ἀμφ᾽… ἔπειρεν as tmesis > ἀμφιπείρω (Pape ἀμφιπείρω).
77 αὐτοῖς ὀβελοῖσιν: “skewers and all,” “still on the skewers” (LSJ αὐτός I.5).
78 κίρνη: 3rd sing. impf. act. indic. > κιρνάω.
80 τά τε δμώεσσι πάρεστι: “(pork,) which is available for servants,” a relative clause with χοίρε[α] as its antecendent.
85 καὶ μὲν δυσμενέες … καὶ μὲν τοῖς …: “And even hostile men … even to these men …” The nominative subject lacks its own verb, making line 85–88 an anacolouthon (Smyth 3004). The sentence begins with a dangling subject followed by a relative clause, but ends with a demonstrative pronoun standing in for the subject (Smyth 3008e).
86 βῶσιν: 3rd pl. aor. act. subj. > βαίνω. Subjunctive in a present general conditional relative clause.
86 δώῃ: 3rd sing. aor. act. subj. > δίδωμι.
86 καί σφι: = καὶ οἷς. The personal pronoun is used instead of another relative pronoun.
87 ἔβαν: gnomic aor., translated as a present (Smyth 1931).
89 ἴσασι: the object is κείνου λυγρὸν ὄλεθρον. θεοῦ δέ τιν᾽ ἔκλυον αὐδήν explains the verb ἴσασι: “they know—[because] they have heard some voice of a god—about …”
90 ὅτ(ε): “as they show by the fact that…” (Merry, Monro 269.3).
91 ἐπὶ σφέτερ(α): “to their own [places].”
92 ὑπέρβιον: adverbial, as it is in line 95.
92 ἔπι: = ἔπεστι, “there is.”
93 ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν: “as many days and nights as are from Zeus,” “every day and night” (LSJ ὅσος I.3).
94 οἴω: neut. dual acc. > οἶος.
96 οὔ τινι τόσση: supply the verb ἐστι.
97 ἠπείροιο μελαίνης / οὔτ᾽ αὐτῆς Ἰθάκης: Merry and Stanford identify this as a locative genitive or genitive of place (Smyth 1448), but Russo/Heubeck insist that it is partitive, meaning “within the range of …”
98 ἔστ(ι): singular verb with a collective plural, ξυνεείκοσι.
99 κέ … καταλέξω: anticipatory subj. Roughly equivalent to the future (Smyth 1810); Stanford suggests that the subjunctive here is more deferential.
100 τόσα … τόσσα … τόσ᾽…: all objects of βόσκουσι.
101 πλατέ(α): “spread out over a wide area.”
102 αὐτοῦ: “his own,” of Odysseus.
104 ἐσχατιῇ: “at the furthest point,” “at the most remote part of his estate.”
104 ἐπὶ … ὄρονται: “watch over (them),” tmesis > ἐφοράω.
105 τῶν: “of these,” the best herdsmen (ἀνέρες ἐσθλοὶ, 104), partitive gen., with ἕκαστος.
105 σφιν: “to them,” to the suitors.
105 ἐπ᾽ ἤματι: “daily” (LSJ ἧμαρ II).
106 ζατρεφέων αἰγῶν: partitive gen., with μῆλον.
106 ὅς τις φαίνηται ἄριστος: present general conditional relative clause.
107 σῦς: fem. acc. pl.
108 κρίνας: masc. nom. sing. aor. act. ptc. > κρίνω.